Εμφάνιση αναρτήσεων με ετικέτα ΠΑΡΑΚΛΗΣΕΙΣ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΠΑΡΑΚΛΗΣΕΙΣ. Εμφάνιση όλων των αναρτήσεων

Παρασκευή 20 Ιανουαρίου 2012

Παρακλητικός κανόνας εις τον Όσιον και Θεοφόρον Πατέρα ημών ΕΥΘΥΜΙΟΝ τον Μέγαν (+ 20 Ιανουαρίου)



ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ 
ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ
ΕΥΘΥΜΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

Εὐλογήσαντος τοῦ ἱερέως λέγομεν τον Ψαλμόν 142. 
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σοῦ, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθησέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμι.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.β΄.Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.γ΄.Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Ἦχος δ'. Ὁ ὑψωθεῖς
Τῆς εὐθυμίας ὁ φερώνυμος πάτερ, τῆς ἐν Χριστῷ μὲ εὐθυμίας δοχεῖον, ἀνάδειξον ταῖς θείαις σου Εὐθύμιε εὐχαῖς, ἴνα εὐγνωμόνως σε, ἐν ψαλμοῖς μεγαλύνω καὶ εὐσήμω στόματι ἀνακράζω τοιαῦτα· χαίροις Ὁσίων κλέος τὸ λαμπρὸν, καὶ μοναζόντων σεπτὸν ἀκροθίνιον.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Τῆς εὐθυμίας ὁ φερώνυμος πάτερ, τῆς ἐν Χριστῷ μὲ εὐθυμίας δοχεῖον, ἀναδεῖξον ταῖς θείαις σου Εὐθύμιε εὐχαῖς, ἴνα εὐγνομόνως σε, ἐν ψαλμοῖς μεγαλύνω καὶ εὐσήμω στόματι ἀνακράζω τοιαῦτα· χαίροις Ὁσίων κλέος τὸ λαμπρὸν καὶ μοναζόντων σεπτὸν ἀκροθίνιον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ ψαλμός.
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Ὁ Κανὼν τοῦ Ὁσίου φέρων ἀκροστοιχίδαν ἐν τοῖς Θεοτοκίοις καὶ τὴ θ' ὠδὴ «Κωνσταντίνου»

Ὠδὴ α'. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας

Ἅγιε του Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Εὐθύμιε πάτερ ἀγγελικῶς, βιώσας ἐν κόσμῳ, θείων ἔτυχες δωρεῶν, καὶ δόξης ἠξίωσαι ἀφράστου, ἐν οὐρανοῖς σὺν Ὁσίων τοῖς τάγμασι.

Ἅγιε του Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τρωθείς τῇ ἀγάπη τοῦ Ἰησοῦ, ἠγήσω τὰ πάντα ὄναρ Ὅσιε καὶ σκιᾶν, διό τῆς αὐτῶν πάτερ μερίμνης ταῖς σαῖς πρεσβείαις τοὺς παίδας σου λύτρωσαι.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Φωνῇ ὑπακούσας τῇ θεϊκῇ, καλῶς ἐπορεύθης τὴν εὐθείαν πάτερ ὁδόν, ἥν δίδου κἀμοὶ καλῶς βαδίζειν σαῖς ἱκεσίαις τρισμάκαρ Εὐθύμιε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Κινδύνοις χειμάζομαι χαλεποῖς καὶ θλίψις με ἔχει, Παντευλόγητε Μαριάμ, σὺ δ' ἡ γηγενῶν παραμυθία, τὸν σὸν οἰκέτην καλῶς παραμύθησον.

Ὠδὴ γ'. Σὺ εἶ τὸ στερέωμα

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅσιε Εὐθύμιε, τῶν λογισμῶν τῶν θλιβόντων με, ἀπάλλαξον θείαις σου πρεσβείαις, πρὸς Χριστὸν ὅν ἐδόξασας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Δίδου μοὶ ταπείνωσιν, δίδου μοι πάτερ κατάνυξιν, δίδου σωτηρίας μοι τὸν πόθον, σαῖς λιταῖς, ὢ Εὐθύμιε.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Φρόνημα τὸ ἄστατον, ἐκ τῆς ψυχῆς μου ἐκρίζωσον εὐχῶν σου ἁγίων τῇ ἀξίνῃ, θεοφόρε Εὐθύμιε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὢ Μῆτερ Πανάμωμε, τὸν κεκλεισμένον Παράδεισον, διήνοιξας οὗ καμὲ πολίτην, ταῖς εὐχαῖς σου ἀνάδειξον.

Διάσωσον τοὺς ὑμνητάς σου Εὐθύμιε Θεοφόρε, ἀπὸ κινδύνων δεινῶν καὶ κακώσεων, ταῖς πρὸς τὸν Κτίστην πρεσβείαις σου εὐπροσδέκτοις.

Ἐπίβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου το άλγος.

Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β'. Πρεσβεία θερμὴ
Πρεσβεία τὴ σή, Εὐθύμιε μακάριε, ἠμᾶς τοὺς πιστῶς ὑμνοῦντας σὲ διασωσον, συμφορῶν καὶ θλίψεων, καὶ παντοίων ἄλλων κακώσεων. Τὴ γὰρ Ὁσία πάτερ σου ζωή, Χριστὸν τὸν Θεὸν ἠμῶν ἐδόξασας.


Ὠδὴ δ'. Εἰσακήκοα Κύριε

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Χαμερπὲς ἔχων φρόνημα, ἐν τῇ γῆ τρισμάκαρ δεινῶς καθέλκομαι, ἀλλὰ σὺ οὖν με ἀνάστησον, ταῖς ἁγίαις εὐχαῖς σου Εὐθύμιε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς ψυχῆς κατερρύπωσα, τὸν λευκόχρουν πάτερ χιτῶνα πταίσμασι, ἀλλὰ σὺ αὐτὸν Εὐθύμιε, τῇ ἁγίᾳ σου χάριτι κάθαρον.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Τὴν εἰρήνην σου δώρησον, ὦ Χριστὲ τῷ κόσμῳ σεπταῖς δεήσεσι, Εὐθυμίου τοῦ θεόφρονος, τοῦ ψυχῇ ὁλικῇ σε ποθήσαντος.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Νοσημάτων και θλίψεων, ρῦσαι τούς οἰκέτας σου Μητροπάρθενε, τούς κυρίως Θεοτόκον σε, ἀνυμνούντας ἀεί καί γεραίροντας.

Ὠδή ε'. Φώτισον ἡμᾶς

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Στήριξον ἡμᾶς, τῶν εὐχῶν σου τὸ στηρίγματι, τοῦ ἐχθροῦ γὰρ τοῦ δεινοῦ ταῖς προσβολαῖς, παμμακάριστε Εὐθύμιε κλονούμεθα.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Θλίψις με δεινή, περιέσχε ὦ Εὐθύμιε, ἥν ἐκδίωξον ταῖς θείαις σου λιταῖς, συμπαθείας γὰρ ὑπάρχεις μάκαρ ἔμπλεως.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Δάκρυα Χριστέ, μετανοίας δὸς τῷ δούλω σου, ἱκεσίαις Εὐθυμίου τοῦ σοφοῦ, τοῦ ἐν γῇ ἀσκητικῶς σὲ μεγαλύναντος.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων, Ἀμήν.
Σῶσον με ἁγνή, ἐκ παντοίων περιστάσεων, τὸν Σωτήρα γὰρ ἐκύησας Χριστόν, ἀπειράνδρως καὶ ἀφράστως Μητροπάρθενε.


Ὠδὴ στ'. Τὴν δέησιν ἐκχεῶ.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Δεσμοῖς μὲ τῆς ἁμαρτίας ἔδησεν, ὁ ἐχθρὸς ὁ παλαμναῖος δολίως, καὶ ἐν εἱρκτῇ παναθλία κρατοῦμαι, ἥν τοῖς ἐμοῖς κατεσκεύασα πταίσμασι· σπεῦσον οὖν πάτερ καὶ γενοῦ, λυτρωτής μου ταῖς θείαις πρεσβείαις σου.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀνῆλθες τῶν ἀρετῶν τῇ κλίμακι, πρὸς οὐράνιον Εὐθύμιε ὕψος, ἔνθα Χριστὸς τῷ στεφάνω τῆς νίκης, τὴν κεφαλήν σου ἐνδόξως κατέστεψεν· ὄθεν στεφάνωσον ἡμᾶς, ἀρετῶν τῷ στεφάνῳ πρεσβείαις σου.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Ὁ τόκος σου εὐθυμίας πρόξενος, τοῖς γονεύσι σου ἐγένετο πάτερ· ὄθεν λιταῖς σου Εὐθύμιε θείαις, τῆς ἐν Χριστῷ εὐθυμίας με πλήρωσον, ἵνα αὐτὸν δοξολογῶ καὶ γεραίρω τὰ ξένα σου τρόπαια.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τεκοῦσα τὸν τῆς εἰρήνης πρύτανιν, σοὶ προσφεύγω Μαριὰμ ἀνακράζων, τὸ τῶν πολέμων Θεόνυμφε νέφος τὰς τῶν ἀνθρώπων καρδίας ἐκάλυψεν, ὃ τῆς σῆς χάριτος φωτί, ἱκετεύω Παρθένε διάλυσον.

Διάσωσον τοὺς ὑμνητάς Εὐθύμιε θεοφόρε, ἀπὸ κινδύνων δεινῶν καὶ κακώσεων, ταῖς πρὸς τὸν Κτίστην πρεσβείαις σου εὐπροσδέκτοις.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β'. Τοῖς τῶν αἱμάτων
Καταλιπών τὰ ἐν κόσμω ὡς πάνσοφος, ὑπερκοσμίων χαρίτων ἡξίωσαι, διο σε τρισμάκαρ Εὐθύμιε, ἀνευφημοῦμεν καὶ πόθῳ κραυγάζομεν, ἱλέωσαι πάτερ τὸν Κύριον.

Προκείμενον. Ἦχος δ΄

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολὲς αὐτοῦ
θελήσει σφόδρα.

Ε Υ Α Γ Γ Ε Λ Ι Ο Ν.
Ἐκ τοῦ κατὰ Ματθαῖον (ΙΑ'. 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου· καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν , εἰ μή ὁ Πατήρ· οὐδέ τόν Πατέρα τις ἐπιγινώσκει, εἰμή ὁ Υἱός , καί ὧ ἐάν βούληται ὁ Υἱός ἀποκαλῦψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου έφ’ ὑμᾶς καί μάθετε ἀπ’ἐμοῦ ὅτι πρᾶος εἰμί καί ταπεινός τῇ καρδίᾳ, καί εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Ταῖς τού σου Ὁσίου, πρεσβαίαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων· Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβαίαις Ἐλεήμων, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου.


Ὅλην ἀποθέμενος, τὴν κοσμικὴν πραγματείαν, ὡς ἐχέφρων Ὅσιε, τοῦ Χριστοῦ τοῖς ἴχνεσι, ἠκολούθησας· καὶ καλῶς ὤδευσας, τὴν εὐθείαν, τρίβον, δι’ ἦλθες πρὸς τὴν ἄφθαρτον πόλιν Εὐθύμιε, ἔνθα τῶν σῶν πόνων ἀπέλαβες, τὰ γέρα καὶ ἠρίθμησαι, τοῖς τῶν Ἀσωμάτων στρατεύμασι. Ὅθεν τούς τελούντας, τὴν μνήμην σου τὴν παντιμον πιστῶς, ταῖς ἱεραῖς σου δεήσεσι, τῷ Χριστῷ προσάγαγε.

Σῶσον ὁ Θεὸς τῶν λαόν σου…

Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἀθυμίας με πάτερ, περιέχει ἡ ζάλη, θεῖε Εὐθύμιε, ἢν θείαις σου πρεσβείαις, ἐκδίωξον ἐν τάχει, ἀπ' ἐμοῦ τοῦ οἰκέτου σου· τῆς εὐθυμίας γὰρ σύ, ἐπώνυμος ὑπάρχεις.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Ἀμαράντινον στέφος, τῇ σεπτῇ κορυφή σου, Χριστὸς ἐπέθηκε, βραβεύσας σου τοὺς πόνους οὕς δι' αὐτὸν ἀνδρείως, ἐν ἀσκήσει ὑπήνεγκας. Αὐτὸν οὖν πάτερ ἀεί, ὑπὲρ ἡμῶν δυσώπει.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Νοσημάτων ποικίλων, συμπτωμάτων παντοίων, καὶ πάσης θλίψεως, ἀπάλλαξον τοὺς πίστει, τιμώντας σε βαθείᾳ, καὶ βοώντας τῷ Κτίσαντι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων· Ἀμήν.
Ἀειπάρθενε Κόρη, γηγενῶν προστασία, ἡ ἀκαταίσχυντος, ἐν βίου τῇ πορείᾳ, κἀμὲ τὸν σὸν οἰκέτην, ἱκετεύω προστάτευσον, ἐξ ὁρατῶν τε ἐχθρῶν, καὶ ἀοράτων ἅμα.

Ὠδὴ η'. Τὸν Βασιλέα

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Κατανοήσας, τῶν ἐν τῷ βίῳ πραγμάτων, τὸ ἐπίκηρον Εὐθύμιε θεόφρον, ἔσπευσας συνᾶψαι, σαυτὸν Χριστῷ προθύμως.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τὰς ἀλγηδόνας, τῆς παναθλίας ψυχῆς μου, τῇ βοτάνῃ τῶν ἁγίων εὐχῶν σου, ἴασαι καὶ σῶσον, Εὐθύμιε τρισμάκαρ.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Τῇ συντονίᾳ, τῶν ἐναρέτων σου τρόπων, εὐηρέστησας Εὐθύμιε τὸν Κτίστην, ὂν ὡς παρρησίαν πλουτών ἀεὶ δυσώπει.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων· Ἀμήν.
Νοός μου κόρη, τὴν χαλεπὴν σκοτομήνην, διασκέδασον τῇ σῇ ἀγλαΐᾳ, ἡ τὸ φῶς τοῦ κόσμου, τεκοῦσα ἀπειράνδρως.

Ὠδὴ θ'. Κυρίως Θεοτόκον

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τοὺς πίστει εὐφημούντας, σὲ ψαλμοῖς καὶ ὕμνοις, τῆς ἐν Χριστῷ σωτηρίας ἀξίωσον, ὁ τῆς ἐρήμου πολίτης, θεῖε Εὐθύμιε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰσχὺν Χριστὲ παράσχου, ἡμῖν τοῖς παναθλίως, πολεμουμένοις κακίᾳ τοῦ δράκοντος, τοῦ Εὐθυμίου πρεσβείαις, τοῦ σοῦ θεράποντος.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Νοσοῦντα με, κατ' ἄμφω, Ὅσιε Κυρίου, τῆς θεραπείας ἀξίωσον δέομαι· σὺ ἰατρὸς γὰρ ὑπάρχεις πάντων πανάριστος.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Ὁ Ὅσιος Κυρίου, ὁ δεδοξασμένος, ἂς σοὶ αἰτήσεις προσήνεγκον πλήρωσον, καὶ τῶν τῆς γῆς φθειρομένων δεῖξον ἀνώτερον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων· Ἀμήν.
Ὑπερευλογημένη, Ἄχραντε Μαρία, ὅν ἀπειράνδρως ἐκύησας Κύριον ὑπὲρ ἡμῶν ἐκδυσώπει, οἷα φιλεύσπλαχνος.

Μεγαλυνάρια
Ἄξιὸν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Χαίροις μοναζόντων ἡ καλλονή, ἀσκητῶν ἡ δόξα, καὶ Ὁσίων ἡ χαρμονή, χαίροις ἐκκλησίας, Χριστοῦ τὸ Θεῖον κλέος, σὲ οὖν ἀνευφημοῦμεν, πάτερ Εὐθύμιε.

Χριστοῦ τῷ θελήματι νουνεχῶς , ὑπείκων θεόφρον, κόσμου ἔλιπες τὰ τερπνά, καὶ τὴν τεθλιμμένην, ἐβάδισας πορείαν, καρτερικῶς ἐν κόσμω θεῖε Εὐθύμιε.

Ἐκ τῆς Ἀρμενίας ὥσπερ ἀστήρ, ἐξήστραψας πάτερ, καὶ ἀκτίσι σῶν ἀρετῶν, τῶν φαεινοτάτων, τὴν Οἰκουμένην πᾶσαν, λαμπρῶς καταφωτίζεις, θεῖε Εὐθύμιε.

Δάκρυσι, νηστείαις καὶ προσευχές, Ὅσιε καθάρας φιλοπόνως τὴν σὴν ψυχήν, οἶκος λαμπρὸς ὤφθης Τριάδος τῆς Ἁγίας· διὸ σὲ ἀνυμνοῦμεν πάτερ Εὐθύμιε.

Τῆς σαρκὸς τὸ βρίθος ἀσκητικῶς, Ὅσιε λεπτύνας ἀνεπτέρωσας σὴν ψυχήν, πρὸς τῆς ἀπαθείας, Εὐθύμιε τὸ ὕψος· διὸ θείων χαρίτων, ἐδείχθης τέμενος.

Σαυτὸν καθοπλίσας τῇ τοῦ Σταυροῦ, σοφὲ παντευχίᾳ, ὡς ἐχέφρων καὶ νουνεχής, φοβερὸς ἐφάνης, ἐχθροῖς τοῖς ἀοράτοις, Εὐθύμιε θεοφρον οὕς καὶ ἐτρόπωσας.

Εὐθύμιε κλέος τῶν ἀσκητῶν, καὶ Ἀνδρέα πάτερ ὁ τῆς Κρήτης θεῖος ποιμήν, σὺν τῷ Ἰωάννῃ τῷ Βαπτιστῇ ἀπαύστως Χριστὸν ὑπὲρ τοῦ κόσμου καθικετεύετε.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Ἅγιος ὁ Θεός, Ἅγιος ἱσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρις).

Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς, Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν, Ἁγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματὸς σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀγιασθήτω τὸ ὄνομὰ σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημὰ σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γής. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηρού.

Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Απολυτίκιον. 
Ἦχος γ'. Θείας Πίστεως.
Θείᾳ χάριτι ἡγλαϊσμένος, θεῖον ἤνυσας ἐν κόσμῳ βίον, τῶν μοναζόντων τὸ κλέος Εὐθύμιε· τῆς κοσμικῆς ἐκφυγών γὰρ συγχύσεως, ἀσκητικῶς τὸν ἐχθρὸν κατεπάλαισας· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Εἴτα ἐκετενὴς παρὰ τοῦ Ἱερέως καὶ ἀπόλυσις μεθ' ἧν ψάλλομεν τὸ κάτωθι τροπάριον.

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου
Κόσμου τὰ ἡδέα καὶ τερπνά, ἔλιπες Χριστὸν ἀγαπήσας, τελειωτάτω νοΐ, χαίρων δὲ κατώκησας, ἐν τῇ ἐρήμω σοφέ, ἔνθα θείοις παλαίσμασι, καὶ πόνοις ἀτρύτοις, ἀνδρικῶς ἐνίκησας, τὸν πολυμήχανον. Ὅθεν της αὐτοῦ κακουργίας, λύτρωσαι ἡμᾶς ταῖς εὐχαίς σου, Ὅσιε Εὐθύμιε μακάριε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πάσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν μὲ ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱερεύς: Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς

Ὁ Χορός: Ἀμήν. 
Πηγή: http://paterikakeimena.blogspot.com/2012/01/blog-post_19.html


ΓΙΑ ΤΟΝ BΙΟ ΤΟΥ ΑΓΙΟΥ ΕΥΘΥΜΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
 βλ. εδώ:
 

Τετάρτη 22 Δεκεμβρίου 2010

ΚΑΝΟΝΑΣ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΙ ΒΙΟΣ ΑΓΙΑΣ ΑΝΑΣΤΑΣΙΑΣ ΦΑΡΜΑΚΟΛΥΤΡΙΑΣ (+ 22 Δεκεμβρίου).


ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ
Α Ν Α Σ Τ Α Σ Ι Α Ν
ΤΗΝ ΦΑΡΜΑΚΟΛΥΤΡΙΑΝ
 Μετά τον Ευλογητόν, το, Κύριε εισάκουσον…
Είτα το, Θεός Κύριος˙ και το Τροπάριον Ήχος Δ’.
Ο υψωθείς εν τω Σταυρώ…
Ως των νοσούντων ταχινή θεραπεία, και πεπτωκότων εξανάστασις θεία, Αναστασία μάρτυς καλλιπάρθενε, λύτρωσαι τους κάμνοντας συντριμμών ολεθρίων, έγειρον πρεσβείαις σου, εκ βυθού απωλείας, τους ολοτρόπω πίστει και στοργή, τη ιερά σου Εικόνι προστρέχοντας.
Δόξα και Νύν. Θεοτόκιον. Ου σιωπήσομεν ποτέ…
Είτα ο Ν’. και ο Κανών ού η Ακροστιχίς
Έγειρον ημάς παθών Αναστασία.
Ωδή Α’. Ήχος Πλ. Δ’. Υγράν διοδεύσας.
Επίνευσον μάρτυς ως ευμενής, ημών τη δεήσει, και πρυτάνευσον δαψιλώς, των σων δωρεών τας χορηγίας, Αναστασία τοις σε μεγαλύνουσι.
 Γαλήνην εν βίω ειλικρινεί, και πάντων σκανδάλων, την τελείαν αποφυγήν, ημάς ενδυνάμωσον παμμάκαρ, ιχνηλατείν δια βίου και σώζεσθαι.
 Επίχεε άνωθεν δαψιλών το έλαιον μάρτυς, των φαρμάκων των μυστικών, και ίασαι νόσων δυσιάτων, Αναστασία ημάς τους ικέτας σου.
Θεοτόκιον.
Ιλύος με κάθαρον εμπαθούς, και σώσόν με Κόρη, επελθούσης μοι συμφοράς˙ μη ούν καταλίπης με Παρθένε, ίνα μη γέλως τοις πάσι γενήσωμαι.
Ωδή Γ’. Ουρανίας αψίδος.
Ρυπτική σου πρεσβεία, τα των ψυχών τραύματα, και τα των σωμάτων θεόφρον, δεινά ελκώματα, ημών απόπλυνον, Αναστασία και ρώσιν, και υγείαν άφθονον, πάσι χορήγησον.
 Οδυνών δυσφορήτων, ανιαρών θλίψεων, ζάλης και πικράς αθυμίας, εκ παραπτώσεων, και κοσμικών πειρασμών, Αναστασία θεόφρον, επιστάσα λύτρωσαι, ημάς τους δούλους σου.
 Νεκταρόβρυτον νάμα, ύδωρ ζωής ήδιστον, οία περ πηγή ευσπλαγχνίας, και αγαθότητος, Αναστασία σεμνή, τοις εν αυχμή τηκομένοις, κατωδύνων θλίψεων, ράνον και όμβησον.
Θεοτόκιον.
Η λαμπάς η φωσφόρος, της υπέρ νουν λάμψεως, η ανατολή η γλυκεία, ζωής του σέλαος, λάμψον ακτίνά μοι, της αληθούς μετανοίας˙ σκότει γαρ καλύπτομαι, πάσης φαυλότητος.
Διάσωσον.
Ανάστησον Αναστασία θεόφρον τους σους ικέτας εκ συντριμμάτων και χαλεπών περιστάσεων, και σεσωσμένους προσάγαγε τω Κυρίω.
Θεοτόκιον. Επίβλεψον εν ευμενεία…
Αίτησις και το Κάθισμα…
Ήχος Β’. Τοις των αιμάτων σου.
Τοις των θαυμάτων σου θείοις πυρσεύμασι, των παθημάτων ελαύνεις την μοίρασιν, και την υγείαν παρέχεις τοις χρήζουσιν, Αναστασία Χριστού σεμνοπάρθενε˙ συ γαρ των νοσούντων ιάτειρα.
Ωδή Δ’. Εισακήκοα Κύριε…
Μοχθηρόν και επώδυνον, ως αποσκιρτήσας της θείας χάριτος, διανύω βίον ένδοξε, αλλά συ Χριστώ με επανάγαγε.
 Αλεξίκακον άριστον, η της προστασίας σου επισκίασις, εν βιαίαις περιστάσεσι, ώ Αναστασία ημίν γένοιτο.
 Συμφορών το επίπονον, και ασθενημάτων δεινών την έφοδον, εξ ημών απείργει πάντοτε, ώ Αναστασία καλλιπάρθενε.
Θεοτόκιον.
Αγαλλίασιν άϋλον, τη λελυπημένη ψυχή μου όμβρησον, ώσπερ δρόμον χαριτόβρυτον, Κεχαριτωμένη Μητροπάρθενε.
Ωδή Ε’. Φώτισον ημάς…
Θαύμασι πολλοίς, και ιάσεων δυνάμεσι, διαπρέπουσα εν κόσμω εμφανώς, πανταχού πάντας προφθάνεις τους καλούντάς σε.
 Ώφθης αρωγός, τοις ποικίλως κινδυνεύουσιν επιφαινομένη νοερώς, και τον σάλον καταπαύσασα των θλίψεων.
Νόσων χαλεπών, στεναγμών τε και κακώσεων, και ταλαιπωρίας πειρασμών, ώ Αναστασία ημάς λύτρωσαι.
Θεοτόκιον.
Άνοιαν δεινήν, εκνοσήσας βίω χείρονι, συνεσχέθην καταιγίσι πειρασμών, αλλά τούτων Θεοτόκε συ με λύτρωσαι.
Ωδή ΣΤ’. Την δέησιν.
Νενέκρωμαι αμαρτίας βέλεσι, τοξευθείς τη του εχθρού συνεργεία και κατωτάτω απέρριμμαι λάκκω, και εν σκιά του θανάτου κατώκησα, άλλ’ επιστάσα συ σεμνή, εκ βυθού των κακών με ανάγαγε.
Ανάρρωσιν και τελείαν λύτρωσιν, τοις εν πόνοις τρυχομένοις ατρύτοις, ως φιλοικτίρμων πρυτάνευσον Μάρτυς, και θλιβομένων την λύπην μετάστρεψον, Αναστασία μυστικώς, εις χαράν αληθή και φαιδρότητα.
 Σωμάτων σε ιατρόν πανάριστον, και πνευμάτων αληθή θεραπείαν, ο των ψυχών και σωμάτων Δεσπότης, Αναστασία λαμπρώς απειργάσατο˙ διο θεράπευσον ημών, και ψυχών και σωμάτων τους μώλωπας.
Θεοτόκιον.
Των ρήσεων του σεπτού θελήματος, παρακούσας ακουσία εσχάτη, απεμακρύνθην Θεού ο παντλήμων, και χλευασμός τοις πλησίον μου γέγονα˙ διο οικτρού ονειδισμού, Θεοτόκε μου συ με διάσωσον.
 Ανάστησον Αναστασία θεόφρον τους σους ικέτας, εκ συντριμμάτων και χαλεπών παραπτώσεων, και σεσωσμένους προσάγαγε τω Κυρίω.
Άχραντε η δια λόγου…
Αίτησις και το Κοντάκιον.
Ήχος Β’. Τα άνω ζητών.
Τα πάθη ημών, τα μυσαρά και χρόνια, ροπή μυστική, Αναστασία ίασαι, και ζωήν ακίνδυνον, διανύειν ημάς καταξίωσον, ως αν των θείων εντολών, τρυγήσωμεν πάντες, τους ενθέους καρπούς.
Προκείμενον.
Υπομένων υπέμεινα τον Κύριον, και προσέσχε μοι, και
εισήκουσε της δεήσεώς μου.
Στίχος. Και έστησεν επί πέτραν τους πόδας μου, και κατεύθυνε τα διαβήματά μου.
Ευαγγέλιον. Κατά Ματθαίον. (Ι’. 16 – 22).
Είπεν ο Κύριος τοις εαυτού Μαθηταίς˙ Ιδού εγώ αποστέλλω υμάς, ως πρόβατα εν μέσω λύκων. Γίνεσθε ούν φρόνιμοι ως οι όφεις, και ακέραιοι ως αι περιστεραί. Προσέχετε δε από των ανθρώπων˙ παραδώσουσι γαρ υμάς εις συνέδρια, και εν συναγωγαίς˙ αυτών μαστιγώσουσιν υμάς. Και επί ηγεμόνας δε και βασιλείς αχθήσεσθε ένεκεν εμού, εις μαρτύριον αυτοίς και τοις έθνεσιν. Όταν δε παραδιδώσιν υμάς, μη μεριμνήσητε πώς ή τι λαλήσητε˙ δοθήσεται γαρ υμίν εν εκείνη τη ώρα τι λαλήσητε˙ ού γαρ υμείς έστε οι λαλούντες, αλλά το Πνεύμα του Πατρός υμών, το λαλούν εν υμίν. Παραδώσει δε αδελφός αδελφόν εις θάνατον, και πατήρ τέκνον˙ και επαναστήσονται τέκνα επί γονείς, και θανατώσουσιν αυτούς. και έσεσθε μισούμενοι υπό πάντων δια το όνομά μου˙ ο δε υπομείνας εις τέλος, ούτος σωθήσεται.
Δόξα.
Ταις της Αθληφόρου πρεσβείαις, ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.
Και νύν. Ταις της Θεοτόκου…
Προσόμοιον. Ήχος Πλ. Β’. Όλην αποθέμενοι…
Στίχος. Ελεήμον, ελέησόν με ο Θεός…
Ρώσιν αδαπάνητον, ψυχών ομού και σωμάτων, ως πηγή ακένωτος, επομβρία κρείττονι, αναβλύζουσα, των παθών κάθαρον, και των νοσημάτων, τας σπιλάδας και προστρίμματα, εξ ημών τέλειον, ώ Αναστασία πολύαθλε, υγείας ιλαρότητα, της κατ’ άμφω πάσι παρέχουσα, και τον σον νυμφίον, απαύστως καθικέτευε Χριστόν, αμαρτημάτων συγχώρησιν, δούναι τοις τιμώσί σε.


Ωδή Ζ’. Παίδες Εβραίων.
Άλυτον βίον ειρηναίον, εν σεμνότητι και πάση ευσεβεία, διανύειν ημάς, ενίσχυσον λιταίς σου, Αναστασία, ένδοξε ιαμάτων η πλημμύρα.
 Σβέσον την φλόγα των παθών μου, και κατάπαυσον τον πόνον της ψυχής μου, και χαράν αληθή και θείαν ευφροσύνην, Αναστασία δώρησαι, τω δεινώς κεκακωμένω.
 Ίδε ευσπλάγχνω όμματί σου, την ταπείνωσιν ημών Μεγαλομάρτυς, και μεγάλων κακών, ημίν επερχομένων, την ρύμην αναχαίτισον, τη μεγίστη σου πρεσβεία.
Θεοτόκιον.
Άκουσον Κόρη της φωνής μου, ενωτίσθητι μυχίους στεναγμούς μου, και μελλούσης οργής, και φανεράς αισχύνης, ως οίδάς με απάλλαξον, τον δεινώς συντετριμμένον.
Ωδή Η’. Τον εν όρει αγίω.
Γεωργία της σης επιστασίας, παθημάτων δεινών, ανάσπασον τας ρίζας, εκ των ψυχών ημών θεομακάριστε, και της αφθαρσίας, εμφύτευσον εν ταύταις, τας θείας αναδόσεις.
 Εφορώσα ημάς μη διαλίπης, τους την σην αρωγήν, νυν επιβοωμένους, Αναστασία Μάρτυς καλλιπάρθενε, όπως λυτρωθώμεν, πάσης επηρείας, εχθρού του παλαμναίου.
 Ρέει άφθονον χάριν ιαμάτων, η πανσέβαστος, και ιερά Εικών σου, και νοσημάτων σβέννυσι τους άνθρακας, και τους φλεγομένους, θλίψεσιν ατρώτους, ενθέους αναψύχει.
Θεοτόκιον.
Από πάσης οργής θανατηφόρου, και βουλής πονηράς, του αρχηγού του σκότους, ευλογημένη σώσόν με Πανάμωμε, και της ενεστώσης, ρύσαί με ανάγκης, τη ση επιστασία.
Ωδή Θ’. Κυρίως Θεοτόκον.
Σωμάτων σηπεδόνας, και ψυχών τας νόσους, τη μυστική χειρουργία θεράπευσον, Αναστασία Θεόφρον των προσιόντων σοι.
 Ιλέωσαι σοις δούλοις, τη ση μεσιτεία, τον αγαθόν και ευΐλατον Κύριον, ως αν της τούτου τρυφήσαιμεν αγαθότητος.
 Μνημόνευε απαύστως, ώ Αναστασία, των ολοτρόπω σπουδή προσιόντων σοι, και εκ ψυχής εξαιτούντων την προστασίαν σου.
 Ολόσωμον το τραύμα, κέκτημαι ο τάλας, άλλ’ επιστάσα συ Μάρτυς με ίασαι, και προς οδόν μετανοίας ήδη με ίθυνον.
Θεοτόκιον.
Υψίστου ώφθης θρόνος, Κεχαριτωμένη, διο καμέ εκ των κάτω ανύψωσον, προς αληθείς αναβάσεις ζωής της κρείττονος.
Το Άξιον εστί, και τα Μεγαλυνάρια.
Παρθενομαρτύρων την καλλονήν, και των ιαμάτων, τον ακένωτον θησαυρόν, την νύμφην Κυρίου, το σκεύος των χαρίτων, σεμνή Αναστασία υμνολογούμέν σε.
 Χαίροις παρθενίας εύπνους λειμών, ο τα άνθη φέρων, της αθλήσεως τα τερπνά, ών τη ευδοκία, σεμνή Αναστασία, ημών τας διανοίας, ευφραίνεις πάντοτε.
 Χαίρουσα ηγώνισαι ανδρικώς, υπέρ της αγάπης, του ταθέντος εν τω Σταυρώ˙ όθεν της ευκλείας, αυτού επιτυχούσα, ημάς Αναστασία αεί περίεπε.
 Χαίροις των θαυμάτων η λαμπηδών, η της ευσπλαγχνίας, διαυγάζουσα τας αυγάς, και των παθημάτων, διώκουσα το σκότος, κλυτή Αναστασία, πιστών βοήθεια.
 Χάριτι ενθέου τας παροχάς, δαψιλώς πορίζου, τοις αιτούσιν ολοσχερώς, την σην προστασίαν, σεμνή Αναστασία, και θλιβερών παντοίων, ημάς διάσωζε.
Έγειρον εκ λάκκου αμαρτιών, την ψυχήν μου Μάρτυς, ολισθήσασαν χαλεπώς, και προς μετανοίας, οδήγησόν με τρίβους, Αναστασία Μάρτυς, τον ευφημούντά σε.
Πάσαι των Αγγέλων… Το τρισάγιον. Το τροπάριον Ήχος Δ’.
Ο υψωθείς εν τω Σταυρώ.
Την αθληφόρον του Χριστού την πανένδοξον, Αναστασίαν οι πιστοί ικετεύσωμεν, όπως Χριστός δεήσεσιν αυτής τειχίσηται ημάς, όνπερ επεπόθησεν ως Νυμφίον ουράνιον, πάντα αποπτύσασα προς την τούτου απόλαυσιν. Κατ’ αοράτων γαρ εχθρών και ορατών, μεσίτις πέλει Κυρίω ευπρόσδεκτος.
Εκτενής και απόλυσις. Μεθ’ ήν το επόμενον.
Ήχος Β’. Ότε εκ του ξύλου.
Μάρτυς του Χριστού πανευκλεής, σκέπη των πιστών και προστάτις, Αναστασία σεμνή, πάσης περιστάσεως, βιαίας λύτρωσαι, τους θερμώς σοι προστρέχοντας, πάσαν ευλογίαν, θείας αγαθότητος, εξαιτουμένη αυτοίς, όπως εν σεμνή πολιτεία, και ειρηνική καταστάσει, τον σε μεγαλύνοντα δοξάζωμεν.
  Η/Υ επιμέλεια Σοφίας Μερκούρη.

ΣΥΝΑΞΑΡΙΟΝ
Του Οσίου Πατρός ημών Νικοδήμου του Αγιορείτου.
Τω αυτώ μηνί (Δεκεμβρίω) ΚΒ΄, μνήμη της Αγίας Μεγαλομάρτυρος Αναστασίας της Φαρμακολυτρίας.

Αναστασία φάρμακον πιστοίς μέγα,
Πάν φάρμακον λύουσα και κεκαυμένη.
Καύθη Αναστασίη πυρί δευτέρα εικάδι λαύρω.


Η Αγία αύτη και ανδρειοτάτη Μάρτυς Αναστασία, ήτον κατά τους χρόνους του βασιλέως Διοκλητιανού εν έτει σ²΄ [290], καταγομένη εκ της πόλεως Ρώμης, θυγάτηρ πατρός μεν Έλληνός τινος, Πρεπεξάστου ονομαζομένου. Μητρός δε, Φαύστης, από την οποίαν επροσφέρθη εις ένα άνδρα θεοσεβή, Χρυσόγονον καλούμενον, και έμαθε παρ’ αυτού τα ιερά γράμματα. Την δε εις Χριστόν πίστιν εδιδάχθη και από αυτόν και από την μητέρα της. Συζευχθείσα δε διά γάμου με ένα άνδρα Πούπλιον ονόματι, απεστρέφετο την μετ’ εκείνου κοινωνίαν διά την απιστίαν του, προφασιζομένη πάντοτε, ότι είναι ασθενής, και μη καταδεχομένη την τούτου συνάφειαν. Ύστερον δε ενδυθείσα φορέματα πενιχρά, και μίαν μόνην δουλεύτραν έχουσα ακολουθούσαν αυτή, πάντοτε συνανεστρέφετο με γυναίκας πτωχάς. Κρυφίως δε ιάτρευε και επεσκέπτετο τους διά τον Χριστόν μαρτυρούντας, εμβαίνουσα μέσα εις τας φυλακάς. Λύουσα αυτούς από τα δεσμά, αλείφουσα αυτούς με λάδι, σφογγίζουσα τα αίματα από τας πληγάς των. Και φαγητά επιτήδεια εις αυτούς προσφέρουσα. Ταύτα δε μαθών ο άνδρας της Πούπλιος, επίασεν αυτήν και την έβαλεν εις την φυλακήν, παραγγείλας εις πολλούς φύλακας να φυλάττουν αυτήν με ασφάλειαν. Επειδή δε ο άνδρας της επνίγη εις την θάλασσαν, από φορτούναν: τούτου χάριν λαβούσα άδειαν η Αγία, διεμοίρασε τα υπάρχοντά της εις τους πτωχούς. Και πλέον χωρίς φόβον επεσκέπτετο τους Μάρτυρας του Χριστού. Και όταν ήθελαν τελειωθούν, τους έπερνε και οσίως τους ενταφίαζε. Πολλούς δε από αυτούς επαρεκίνησε και εις το μαρτύριον. Αύτη εβασανίσθη από διαφόρους ηγεμόνας, και ερρίφθη εις την θάλασσαν ομού με άλλας γυναίκας. Τελευταίον δε, εδέθη εις πάλους. Και τριγύρω περικυκλωθείσα από φωτίαν, έλαβε το τέλος του μαρτυρίου, και απήλθε προς Νν επόθει Χριστόν. Τελείται δε η αυτής Σύναξις εις τον μαρτυρικόν της Ναόν, όστις είναι κοντά εις το έμβασμα του Δομνίνου. (Τον κατά πλάτος Βίον αυτής όρα εις το Εκλόγιον.)
εις την Αγίαν ταύτην Αναστασίαν εφιλοπόνησεν ασματικήν Ακολουθίαν, και εγκώμιον, και παρακλητικόν Κανόνα ο πρώην μεν Μοναχός και υποδιάκονος Δαμασκηνός ο Θεσσαλονικεύς, ύστερον δε γενόμενος Επίσκοπος Ρενδίνης, τα οποία και ημείς εβελτιώσαμεν όση δύναμις, και αντεγράψαμεν. Όρα και εις την δεκάτην έκτην του Απριλλίου, όπου αναφέρεται περί της Αγίας ταύτης Αναστασίας. Το δε ελληνικόν Μαρτύριον της Αγίας Αναστασίας συνέγραψεν ο Μεταφραστής, ου η αρχή· «Αναστασία γυναικών η καλλίστη». (Σώζεται εν τη Μεγίστη Λαύρα, εν τη Μονή των Ιβήρων και εν άλλαις.)

Παρασκευή 17 Δεκεμβρίου 2010

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΟΝΑΣ ΑΓΙΟΥ ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΙΓΙΝΗΣ, ΤΟΥ ΕΚ ΖΑΚΥΝΘΟΥ (+ 17 Δεκεμβρίου).

ΑΓΙΟΣ ΔΙΟΝΥΣΙΟΣ,
Ο ΓΛΥΚΥΣ ΑΓΙΟΣ ΤΗΣ ΣΥΓΝΩΜΗΣ

Ο Άγιος Διονύσιος συγχωρεί τον φονιά του αδελφού του.


ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ
Δ Ι Ο Ν Υ Σ Ι Ο Ν
ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΑΙΓΙΝΗΣ ΤΟΝ ΘΑΥΜΑΤΟΥΡΓΟΝ
ΚΑΙ ΠΡΟΣΤΑΤΗΝ ΖΑΚΥΝΘΟΥ

Μετά τον ευλογητόν, το Κύριε εισάκουσον μεθ’ ό το, Θεός Κύριος,
και το εξής τροπάριον.
Ήχος Δ’. Τη Θεοτόκω εκτενώς.
Διονυσίου ιεραίς μεσιτείαις, παθών ποικίλων πειρασμών και κινδύνων, τους σους ικέτας λύτρωσαι Χριστέ ο Θεός, οίκτειρον το πλάσμα σου, ως Θεός ελεήμων, σώσον τους υμνουντάς σε, από βλάβης παντοίας˙ σοι γαρ βοώμεν πάντες εκτενώς, μη υπερόψη ημάς πολυεύσπλαγχνε.
Δόξα το αυτό˙ Και νύν. Ού σιωπήσομεν ποτέ.

Ο Ν’. Και ο Κανών.

Ωδή Α’. Ήχος Πλ. Δ’ . Αρματηλάτην Φαραώ…
Γλωττοστροφούντας αφυείς απέδειξας, εν τω υμνήσαι τα σα˙ υλικών γαρ φύσιν, πάσαν υπερέβαλες, τη της ζωής λαμπρότητι, ουρανών όθεν νόες, άφθαρτα στέφη σε έθηκαν, άσαρκον ορώντές σε άνθρωπον.

Ιχθυοβόλους τη καινή εξέπληξας, άγρα πεισθέντας εν σοι, ψυχοβλαβή πλάνην, μετά τούτο έπαυσας, ανδρών τοιούτων θαύματι, ιερέων παρόντων, αποτυγχάνειν του πράγματος, τούτους νουθετών Διονύσιε.

Όλον τον πόθον προς Θεόν ανέθηκας, από νεότητος, και του κόσμου πάντα, τα ηδέα πάνσοφε, και της σαρκός προσπάθειαν, βδελυξάμενος όντως, εγένου όλος ουράνιος, και κατοικητήριον πνεύματος.
Θεοτόκιον.
Ανάρχου Μήτερ εξειπείν τα τέρατα, τις εξισχύει ποτέ; Όσα περ ειργάσω, τον Θεόν βαστάσασα, εν τη γαστρί σου έμβρυον, απαρχή σωτηρίας, της των ανθρώπων υπάρξασα, τέλος και των τούτοις κακώσεων.

Ωδή Γ’. Ουρανίας αψίδος.
Της ψυχής καθορών σου, το νουνεχές ένδοξε, άπας της Αιγίνης ο Δήμος, σε προχειρίζεται, Ποιμένα άριστον, και Ιεράρχην φωσφόρον, νεύσει του Παντάνακτος καθοδηγούμενος.

Σε προβάλλεται πρέσβυν, η ση πατρίς Ζάκυνθος, έχουσα εν κόλποις σον σκήνος, το θαυματόβρυτον, εξ ού προχέονται, τοις προσιούσιν εν πίστει, νάμματα σωτήρια ώ Διονύσιε.

Συμπληροίς τας αιτήσεις, τερατουργέ άπασιν˙ επί σοι γαρ χάρις θεόθεν, πάσα κεκένωται, και των θαυμάτων των σων, ούκ έστι πέρας αντλήσαι, της Ζακύνθου γέννημα, ώ Διονύσιε.
Θεοτόκιον.
Ουρανών πλατυτέρα, η ση γαστήρ δείκνυται, πάναγνε παρθένε Μαρία, θεοχαρίτωτε˙ ο γαρ αχώρητος, παντί τω κόσμω εδείχθη, χωρητός εν μήτρα σου, καθώς ηυδόκησε.

Ναυάγησον, των πολεμίων την έφοδον Ιεράρχα, πάντας σκέπων αεί θερμώς, τους εις σε καταφεύγοντας, και φάνηθι δούλοις σου προστασία.

Επίβλεψον εν ευμενεία…

Αίτησις και το Κάθισμα.
Ήχος Β’. Πρεσβεία θερμή.
Χριστέ Ιησού, ελέησον τους δούλους σου, πρεσβεύει θερμώς, ο μέγας Διονύσιος, ταις αυτού δεήσεσι, ψυχικών κινδύνων ημάς απάλλαξον, και θείας δόξης δείξον κοινωνούς, ο μόνος δοξάζων τους αγίους σου.

Ωδή Δ’. Συ μου ισχύς, Κύριε.
Όλον τον νούν, προς ουρανόν ανεπτέρωσας, και ψυχήν σου, Πάτερ κατελάμπρυνας, τη ποικιλία των αρετών, γενόμενος όλος, κατοικητήριον πνεύματος˙  διο την των  θαυμάτων, κομισάμενος χάριν, ιατρός ανεδείχθης πανάριστος.

Οι εν δεινοίς, κατατηκόμενοι πάθεσι, και παντοίαις νόσοις πιεζόμενοι τω σω τεμένει μετά σπουδής, πίστει προσελθόντες, και σκήνος σον ασπαζόμενοι, τρυγώσι τας ιάσεις, των ψυχών και σωμάτων, σαις λιταίς προς Θεόν Διονύσιε.

Σε βοηθόν, κέκτηται όντως και πρόμαχον, των Στροφάδων, Μονή η σεβάσμιος, και οι μακάριοι εν αυτή, ασκούντες πατέρες, τη σκέπη σου εναμβρύνονται, λυτρούμενοι παντοίων, πειρασμών τε και νόσων, και ποικίλων βελών του αλάστορος.
Θεοτόκιον.
Των ουρανών, αι τάξεις πάσαι εξέστησαν, θεωρούσαι, ως βροτόν γενόμενον, τον προ αιώνων εκ του Πατρός, αρρεύστως τεχθέντα, και κόσμον δημιουργήσαντα, διο μεγαλοφώνως, ουρανόθεν εβόων, τη δυνάμει σου˙ δόξα φιλάνθρωπε.

Ωδή Ε’. Ίνα τι με απώσω.
Ώστερ στύλω νεφέλης, πάλαι τοις αγίοις σου ελάλεις Κύριε, Σαμουήλ Μωσεί τε, τοις τηρούσι τα θεία προστάγματα, ούτω νυν παράσχου, Διονυσίου ταις πρεσβείαις, ημίν πάσι πταισμάτων την άφεσιν.

Όρμος πάσιν εδείχθης, θαλαττοπορούσι, μεγάλω εν κλύδωνι, και επικαλούσι, το σον όνομα Πάτερ το άγιον˙ φθάνεις γαρ ταχέως, και τοις στοιχείοις επιτάττεις, αοράτως πραΰναι την έφοδον.

Δανιήλ εξεπλάγη, παραδόξως ορών σε, λαμπρώς ιστάμενον, θυτών αναμέσον, λευκοφόρων σεπτώς λειτουργούντων σοι, όθεν προσεφώνει, συ αληθώς μετά Αγίων, και Αγγέλων συμψάλλεις τω κτίστη σου.
Θεοτόκιον.
Ως προ τόκου Παρθένος, και μετά τόκον πάλιν, Παρθένος διέμεινας, Κεχαριτωμένη˙ δια σου γαρ ο Λόγος ο άναρχος, εισελθών ως οίδε, και εξελθών θεοκυήτορ, παραδόξως αγνήν σε ετήρησεν.

Ωδή ΣΤ’. Την δέησιν εκχεώ προς Κύριον.
Ικέτευε, εκτενώς πανάριστε, προς Θεόν εν πειρασμοίς και κινδύνοις, ότι φρουρόν προσκαλεί σε πατρίς σου, και αλλοφύλοις καυχάσθαι ως εύρηκε, σε πρύτανιν και βοηθόν, και την ήτταν εν πάσι δωρούμενον.

Τον Κτίστην, επί Σταυρού μιμούμενος, υπεδέξω τον συγγόνου φονέα, επιεικώς, τούτον εναποκρύψας, τοις γλυκυτάτοις σου τρόποις αείμνηστε, και δίωξιν την επ’ αυτόν, αντηλλάξω τη δείξει αλλότριον.

Την θείαν, περικυκλούντες λάρνακα, του σου σκήνους Διονύσιε Πάτερ, όλη ψυχή και καρδία βοώμεν, σώσον ημάς, ταις πρεσβείαις σου Άγιε, και λύτρωσαι παντοδαπών, συμφορών τους πιστώς ανυμνούντάς σε.
Θεοτόκιον.
Συμφώνως, οι δια σου σωζόμενοι, θεομήτορ την φωνήν σοι βοώμεν, του Γαβριήλ, χαίρε Δέσποινα κόσμου, χαίρε Αδάμ και της Εύας η λύτρωσις, του Λόγου χαίρε και  Θεού, το ευρύχωρον όντως παλάτιον.
Ναυάγησον των πολεμίων την έφοδον Ιεράρχα, πάντας σκέπων αεί θερμώς, τους εις σε καταφεύγοντας, και φάνηθι δούλοις σου προστασία.

Άχραντε η δια λόγου.

Αίτησις και το Κοντάκιον.
Ήχος Β’. Την εν πρεσβείαις ακοίμητον Θεοτόκον.
Την σην Μητέρα, προσάγομεν εις πρεσβείαν, ως προστασίαν, και κραταίωμα και σκέπην, πάντων και καύχημα και αντίληψιν, αυτής ταις ικεσίαις πάντας ημάς ελέησον, ο μόνος υπάρχων πολυέλεος. 
Προκείμενον Ήχος Δ’.
Οι ιερείς σου, Κύριε, ενδύσονται δικαιοσύνην, και οι Όσιοί σου αγαλιάσονται.
Στίχος. Τίμιος εναντίον Κυρίου ο θάνατος του Οσίου αυτού.

Ευαγγέλιον. Εκ του κατά Ιωάννην. (Ι’. 1- 9).
Είπεν ο Κύριος προς τους εληλυθότας προς αυτόν Ιουδαίους. Αμήν αμήν λέγω υμίν. ο μη εισερχόμενος δια της θύρας εις την αυλήν των προβάτων, αλλά αναβαίνων αλλαχόθεν, εκείνος κλέπτης εστί και ληστής˙ ο δε εισερχόμενος δια της θύρας ποιμήν εστί των προβάτων. Τούτω ο θυρωρός ανοίγει, και τα πρόβατα της φωνής αυτού ακούει, και τα ίδια πρόβατα καλεί κατ’ όνομα, και εξάγει αυτά. Και όταν τα ίδια πρόβατα  εκβάλη, έμπροσθεν αυτών πορεύεται, και τα πρόβατα αυτώ ακολουθεί, ότι οίδασι την φωνήν αυτού. Αλλοτρίω δε ου μη ακολουθήσωσιν, αλλά φεύξονται απ’ αυτού, ότι ούκ οίδασι των αλλοτρίων την φωνήν. Ταύτην την παροιμίαν είπεν αυτοίς ο Ιησούς˙ εκείνοι δε ούκ έγνωσαν τίνα ήν α ελάλει αυτοίς. Είπεν ούν πάλιν αυτοίς ο Ιησούς˙ Αμήν αμήν λέγω υμίν, ότι εγώ ειμί η θύρα των προβάτων. Πάντες, όσοι ήλθον προ εμού, κλέπται εισί και λησταί˙ άλλ΄ ούκ ήκουσαν αυτών τα πρόβατα. Εγώ ειμί η θύρα˙ δι’ εμού εάν τις εισέλθη, σωθήσεται, και εισελεύσεται, και εξελεύσεται, και νομήν ευρήσει.

Δόξα. Ταις του Ιεράρχου…

Και νύν. Ταις της Θεοτόκου…

Στίχος. Ελεήμον, ελέησόν με ο Θεός…
και το παρόν Προσόμοιον.
Ήχος Πλ. Β’. Όλην αποθέμενοι.
Δέσποτα φιλάνθρωπε, ο θαυμαστός εν αγίοις, αυτός τα ελέη σου, εν εμοί θαυμάστωσον, ανεξίκακε, και δεινών λύτρωσαι, ως Θεός δώρησαι, και τυχείν με καταξίωσον, της θείας δόξης σου, θείαις της Μητρός σου εντεύξεσιν, ως και απολυτρώσεως, της ατελευτήτου κολάσεως, ταις του Ιεράρχου σεπτού Διονυσίου προσευχαίς, ίνα υμνώ και δοξάζω σε, τον Θεόν και πλάστην μου.
Το, Σώσον ο Θεός τον Λαόν σου κ.τ. λ.

Ωδή Ζ’. Παίδες Εβραίων.
Κόσμου μισήσας τα ηδέα, τα ουράνια επόθησας τρισμάκαρ, και βιώσας εν γη ως άσαρκος τα γέρα, εις ουρανούς απείληφας, παρά του μισθαποδότου.

Πηγή ανεξάντλητος υπάρχει, το πανσέβαστον και άγιόν σου σκήνος˙ αεννάως και γαρ, τοις κάμνουσι παρέχει, ιάματα σωτήρια, Διονύσιε λιταίς σου.

Δέξαι τους ύμνους Ιεράρχα, ούς προσφέρει σοι λαός των Ζακυνθίων, ασιγήτοις φωναίς, και τούτον εκ παντοίων, κινδύνων ελευθέρωσον, τη θερμή σου προστασία.
Θεοτόκιον.
Υμνώ σου τον Τόκον Θεοτόκε, και ον έτεκες ασπόρως και εν χρόνω, ως Θεός αληθώς και άνθρωπον δοξάζω˙ διπλούς γαρ πεφανέρωται, τοις ανθρώποις εν τω κόσμω.

Ωδή Η’. Τον εν όρει αγίω δοξασθέντα.
Ικετεύειν, μη παύση ταις λιταίς σου, των απάντων Κτίστην τροφέα και ποιμένα˙ σε πρέσβυν γαρ καλούμεθα αείποτε, χρείαις τε και νόσοις, ότι σου ακούει, προθύμως εις αιώνας.

Ηνωμένος, τω Κτίστη από βρέφους, διεπράξω έργα ως ουρανοπολίτης, την επί γης ευπάθειαν μισούμενος, δόξαν τε και πλούτον, άνω νύν χορεύεις, συνάμα τοις Αγγέλοις.

Τίς προσήλθε, πιστώς τω σω τεμένει, ένθα βρύει πηγή η των θαυμάτων, και του σου πανσέπτου σκήνους σου αψάμενος, τας αιτήσεις πάσας, και τας ιατρείας, ούκ είληφεν ευθέως;
Θεοτόκιον.
Παραδείσου, ανοίγονται αι πύλαι, και φλογίνη παραχωρεί ρομφαία, και των ανθρώπων γένος διασώζεται, του Θεού και Λόγου, σάρκα ειληφότος, εξ απειράνδρου Κόρης.

Ωδή Θ’. Εξέστη επί τούτω ο ουρανός.
Το άκρον αγαπήσας των εφετών, και δουλεύσας εν βίω Μακάριε, πάσι πιστοίς, ώφθης θαυματόβρυτος ποταμός, και ως αγάπης άγαλμα, άφθαρτος διέμεινας επί γης, της όντως θεαρέστου, διόπερ σε δικαίως, υμνολογούμεν Διονύσιε.

Αι τάξεις των Αγγέλων εξ ουρανού, κατελθούσαι βουλή του ποιήσαντος, σου το σεπτόν, πνεύμα Ιεράρχα περιχαρώς, δεξάμεναι προσέφερον, τούτω ένθα χαίρουσιν αι ψυχαί, απάντων των αγίων, και ψάλλουσι τω Κτίστη, δοξολογίαν την τρισάγιον.

Ψυχήν σου την αγίαν εις ουρανούς, μετά δόξης ο Κτίστης κατέθετο, το δε σεπτόν, σώμά σου και πάντιμον εν τη γη, άφθορον διετήρησεν, όπερ εν τοις κόλποις ως θησαυρόν, η Ζάκυνθος κατέχει, ήν φρούρει σαις πρεσβείαις, ώ Ιεράρχα Διονύσιε.
Θεοτόκιον.
Η μήτρα σου εδείχθη των Ουρανών, πλατυτέρα πανάμωμε Δέσποινα˙ τον γαρ Θεόν, έτεκες ασπόρως υπερφυώς, και δια σου ερρύσθημεν, πάντες της δουλείας του πονηρού, διο Παρθενομήτορ, τους σε υμνολογούντας, ρύσαι εκ κινδύνων ταις πρεσβείαις σου.

Άξιον εστί, και τα παρόντα Μεγαλυνάρια.
Χαίροις ο Ζακύνθου γόνος λαμπρός, πρόεδρος Αιγίνης, και Στροφάδων μέγας φρουρός, χαίροις Εκκλησίας, φωστήρ νέος τρισμάκαρ, Αρχιερέων κλέος, ώ Διονύσιε.

Μένων εν αγάπη, εν τω Θεώ έμεινας θεόφρον, και σον κτείναντος αδελφόν, ενθέως εφείσω, τη προς Θεόν αγάπη. Διο Χριστώ συγχαίρεις, νύν Διονύσιε.

Δέσποτα Χριστέ ο Θεός ημών, οικτείρησον πάντας, και ελέησον σον λαόν, ταις Διονυσίου θερμαίς ικετηρίαις, και σου της θείας δόξης, τυχείν αξίωσον.

Χαίροις σελασφόρε Θείε φωστήρ, ο φωτί σου στίλβων, τον ορίζοντα ευσεβών˙ χαίροις ο σου Σκήνως θαύμασι καταρδεύων, την Εκκλησίαν πάσαν ώ Διονύσιε.

Ιερέων σύλλογος ιερός, και άπαν το πλήθος, Ζακυνθίων περιδεώς, το πάνσεπτον Σκήνος ασπασώμεθα όπως, ταις τούτου ικεσίαις ρυσθώμεν θλίψεων.

Χαίροις ο Ζακύνθου θείος βλαστός, και Μονής Στροφάδων, ο ακοίμητος οφθαλμός, χαίροις της Αιγίνης ο μέγας αντιλήπτωρ αρχιθυτών η δόξα, ώ Διονύσιε.

Δέσποινα Παρθένε Μήτηρ Θεού, συν Διονυσίω, εκδυσώπει τον σον υιόν, ημάς απαλλάξαι, κινδύνων πολυτρόπων, και θλίψεων παντοίων, τους ευφημούντάς σε.

Πάσαι των Αγγέλων αι Στρατιαί…

Το, Τρισάγιον. Και το παρόν Απολυτίκιον.
Ήχος Α’. Του λίθου σφραγισθέντος.
Της Ζακύνθου τον γόνον και Αιγίνης τον Πρόεδρον, τον φρουρόν Μονής των Στροφάδων, Διονύσιε άπαντες, τιμήσωμεν συμφώνως οι πιστοί, βοώντες προς αυτών ειλικρινώς, σαις λιταίς τους την σην μνήμην επιτελούντας, σώζε και βοώντάς σοι˙ Δόξα τω σε δοξάσαντι Χριστώ˙ δόξα τω σε στεφανώσαντι˙ δόξα τω δωρησαμένω σε ημίν πρέσβυν ακοίμητον.

Είτα η σχετική δέησις και απόλυσις, 
μεθ’ ήν το παρόν Προσόμοιον.
Ήχος Β’. Ότε εκ του ξύλου σε νεκρόν.
Ύμνον παναρμόνιον ιδού, η των σων πιστών συνηγμένη, χορεία ψάλλει σοι˙ μνήμη τη πανσέπτω σου, και τω τεμένει τω σω, ιερώς προστιβάζεται, ψυχή και καρδία, σου το θαυματόβρυτον Σκήνος ασπάσασθαι˙ πάντας αβλαβείς περιφρούρει, θλίψεως παντοίας και βλάβης, Πάτερ Διονύσιε πρεσβείαις σου.

 Η/Υ επιμέλεια Σοφίας Μερκούρη.