Τρίτη 13 Δεκεμβρίου 2011

ΑΚΟΛΟΥΘΙΑ ΑΓΙΑΣ ΛΟΥΚΙΑΣ (+ 13 Δεκεμβρίου).




ΑΚΟΛΟΥΘΙΑ

Δεκεμβρίου   ιγ '  καὶ Σεπτεμβρίου   ιζ '
                ὑπὸ Μητροπολίτου ᾽Ολυμπίας καὶ Τριφυλίας
                          Στεφάνου Ματακούλια

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Στιχολογοῦμεν τὴν α' Στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς τό, Κύριε ἐκέκραξα,  ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια δευτεροῦντες τὰ δύο πρῶτα.

Τῆς Ἁγίας

῏Ηχος δ’. Ἔδωκας σημείωσιν.

Ὅλην ἐκ νεότητος, Λουκία μάρτυς καλλίνικε, σὴν ψυχὴν ἀφιέρωσας, Χριστῷ τῷ Σωτῆρι σου, τῷ δι' εὐσπλαγχνίαν, Σταυρῷ προσπαγέντι, καὶ ἁγιάσαντι ἡμᾶς, ὃν καὶ ποθήσασα ἀξιάγαστε, αὐτῷ συμβασιλεύεις νῦν, ἐν οὐρανοῖς ἀπολαύουσα, εὐφροσύνης καὶ χάριτος, αἰωνίου πανεύφημε.

Κάλλος τὸ τοῦ σώματος, νοὸς παιδείαν καὶ σύνεσιν, ἐλογίσω ὡς σκύβαλα, ποσῶς μὴ κωλύσαντα σὴν καρδίαν, Μάρτυς, Νυμφίον ποθῆσαι, τὸν ἁγιώτατον δι' ὅν, τῶν σῶν αἱμάτων ἔκχυσιν
ἤνεγκας, ἁγνείᾳ διαλάμπουσα, καὶ νῦν μαρτύρων τοῖς τάγμασι,
νικηφόρος παρίστασαι, ὦ Λουκία πανεύφημε.
    
Ἔστης πρὸ τοῦ βήματος, Λουκία μάρτυς πανάριστε, καὶ Χριστὸν ὡμολόγησας, γενναίως τὸν τύραννον κατατροπουμένη, τοῖς μύδροις τῶν λόγων, Εὐαγγελίου τοῦ Χριστοῦ, δι' ὧν Πασχαῖον τὸν ἀνακρίνοντα, κατῄσχυνας, πανάριστε, καὶ νικηφόρος
παρίστασαι οὐρανίῳ Νυμφίῳ σου, στέφει δόξης κοσμοῦντί σε.

Ὅτε  σε ὁ τύραννος, καταγωγίῳ σε ἔρριψεν, ἀμαυρῶσαι
βουλόμενος, ψυχὴν καὶ τὸ σῶμά σου, βδελυγμοῖς ἐσχάτοις,
στερρῶς ὦ Λουκία, ἀντέστης τούτῳ, καὶ ἁγνήν, τὴν σὴν ἐτήρησας
τῷ Νυμφίῳ σου, στολὴν τῆς παρρησίας σου, μεθ' ἧς ἀεὶ συμπαρίστασαι, οὐρανίοις σκηνώμασι, τῶν Παρθένων συνόμιλε.

Δόξα. Ἦχος πλ. α'.

Ἐξέστησαν χοροὶ τῶν ᾽Ασωμάτων, ὁρῶντες ἐπὶ γῆς, ξένον καὶ παράδοξον θέαμα. Παρθένος γὰρ καλή, Σικελίας τὸ κλέος, τῷ ὅπλῳ τοῦ Σταυροῦ κατέβαλε, τὸν ἀρχέκακον δράκοντα. Ταύτην γὰρ οὐκ ἀπειλαί, οὐδὲ μάστιγες, πυρός τε γλῶσσαι, ξίφους τε τομαί, μετακινῆσαι ἴσχυσαν τῆς ἀγάπης Χριστοῦ. Διὸ καὶ εἰς οὐρανοὺς μεταφυτευθεῖσα, ἐν Παραδείσῳ τρυφῆς ἠξίωται, διὰ παντὸς καθορᾶν τὴν δόξαν Θεοῦ. Διὸ καὶ ἡμεῖς, οἱ τιμῶντες τὴν μνήμην αὐτῆς, τῷ κάλλει τῶν ἀρετῶν κοσμηθέντες, σπουδάσωμεν, ἀδελφοὶ, μέτοχοι γενέσθαι της δόξης, ἧς ἠξιώθη αἰωνίως Λουκία ἡ παμμακάριστος.
                                        
Καὶ νῦν. Ἦχος πλ. β'

Σπήλαιον εὐτρεπίζου· ἡ ᾽Αμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν· Φάτνη δὲ ὑποδέχου τὸν τῷ λόγῳ λύσαντα τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίας, χρυσὸν καὶ λίβανον καὶ σμύρναν τῷ βασιλεῖ προσάξατε· ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὅν περ καὶ κύψασα, δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς. Πῶς ἐνεσπάρης μοι, ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;
              
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον της ἡμέρας, καὶ τὰ ᾽Αναγνώσματα.

Παροιμιῶν τὸ ἀνάγνωσμα.
(Κεφ. δ' 10-13, 20-27).
Ἄκουε, υἱέ, καὶ δέξαι ἐμοὺς λόγους, καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου· ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς· ἐὰν γὰρ πορεύῃ, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχῃς, οὐ κοπιάσεις. ᾽Επιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλὰ φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Υἱέ, ἐμῇ ῥήσει πρόσεχε, τοῖς δὲ ἐμοῖς λόγοις παράβαλλε σὸν οὖς, ὅπως μὴ ἐκλιπωσί σε αἱ πηγαί σου, φύλασσε αὐτὰς ἐν καρδίᾳ· ζωὴ γὰρ ἐστὶ τοῖς εὐρίσκουσιν αὐτὰς καὶ πάσῃ σαρκὶ ἴασις· πάσῃ φυλακῇ τήρει σὴν καρδίαν, ἐκ γὰρ τούτων ἔξοδοι ζωῆς· περίελε σκολιὸν στόμα καὶ ἄδικα χείλη μακρὰν ἀπὸ σοῦ ἄπωσαι, οἱ ὀφθαλμοί σου ὀρθὰ βλεπέτωσαν, τὰ δὲ βλέφαρά σου νευέτω δίκαια· ὀρθὰς τροχιὰς ποίει σοῖς ποσὶ καὶ τὰς ὁδούς σου κατεύθυνε· μὴ ἐκκλίνῃς εἰς τὰ δεξιὰ μηδὲ εἰς ἀριστερά, ἀπόστρέψον δὲ σὸν πόδα ἀπὸ ὁδοῦ κακῆς· ὁδούς γὰρ τὰς ἐκ δεξιῶν οἶδεν ὁ Θεός, διεστραμμέναι δέ εἰσιν αἱ ἐξ ἀριστερῶν· αὐτὸς δὲ ὀρθὰς ποιήσει τὰς τροχιάς σου, τὰς δὲ πορείας σου ἐν εἰρήνῃ προάξει.

Σοφίας Σολομῶντος τὸ ᾽Ανάγνωσμα.
(Κεφ. ια' 1-10, 21-26)
 Ὁ Θεός, εὐώδωσε τὰ ἔργα αὐτῶν ἐν χειρὶ προφήτου ἁγίου,
διώδευσαν ἔρημον ἀοίκητον καὶ ἐν ἀβάτοις ἔπηξαν σκηνάς·
ἀντέστησαν πολεμίοις καὶ ἠμύναντο ἐχθρούς, ἐδίψησαν καὶ ἐπεκαλέσαντό σε, καὶ ἐδόθη αὐτοῖς ἐκ πέτρας ἀκροτόμου ὕδωρ καὶ ἴαμα δίψης ἐκ λίθου σκληροῦ· δι' ὧν γὰρ ἐκολάσθησαν οἱ ἐχθροὶ αὐτῶν, διὰ τούτων αὐτοὶ ἀποροῦντες εὐεργετήθησαν· ἀντὶ μὲν πηγῆς
ἀεννάου ποταμοῦ αἵματι λυθρώδει ταραχθέντος εἰς ἔλεγχον νηπιοκτόνου διατάγματος, ἔδωκας αὐτοῖς δαψιλὲς ὕδωρ ἀνελπίστως,
δείξας διὰ τοῦ τότε δίψους πῶς τοὺς ὑπεναντίους ἐκόλασας· ὅτε
γὰρ ἐπειράσθησαν, καίπερ ἐν ἐλέει παιδευόμενοι, ἔγνωσαν πῶς ἐν
 ὀργῇ κρινόμενοι ἀσεβεῖς ἐβασανίζοντο· τούτους μὲν γὰρ ὡς πατὴρ
 νουθετῶν ἐδοκίμασας, ἐκείνους δὲ ὡς ἀπότομος βασιλεὺς καταδικάζων ἐξήτασας. Τὸ γὰρ μεγάλως ἰσχύειν πάρεστί σοι πάντοτε,
 καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται; ὅτι ὡς ροπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον σου καὶ ὡς ρανὶς δρόσου ὀρθρινὴ κατελθοῦσα ἐπὶ γῆν. ᾽Ελεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι καὶ παρορᾶς ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν· ἀγαπᾶς γὰρ τὰ
 ὄντα πάντα καὶ οὐδὲν βδελύσσῃ, ὧν ἐποίησας· οὐδὲ γάρ, ἂν μισῶν
 τι κατεσκεύασας. Πῶς δὲ ἔμεινεν ἄν τι, εἰ μὴ σὺ ἠθέλησας ἢ τὸ
 μὴ κληθὲν ὑπὸ σοῦ διετηρήθη; φείδῃ δε πάντων, ὅτι σά ἐστι,
δέσποτα, φιλόψυχε.

                      Σοφίας Σειρὰχ τὸ ῎Ανάγνωσμα
                   (Κεφ. ιδ' 1 2, 11 14. Κεφ. ιε' 1 3, 5 6)
Μακάριος ἀνήρ, ὃς οὐκ ὠλίσθησεν ἐν στόματι αὐτοῦ καὶ οὐ
κατενύγη ἐν λύπῃ ἁμαρτίας· μακάριος ὃν οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ καὶ ὃς οὐκ ἔπεσεν ἀπὸ τῆς ἐλπίδος αὐτοῦ. Τέκνον, καθὼς ἐὰν ἔχῃς, εὖ ποίει σεαυτὸν καὶ προσφορὰς Κυρίῳ ἀξίως πρόσαγε. Μνήσθητι ὅτι θάνατος οὐ χρονιεῖ καὶ διαθήκη ᾅδου οὐχ ὑπεδείχθη σοι· πρίν σε τελευτῆσαι, εὖ ποίει φίλῳ καὶ κατὰ τὴν ἰσχύν σου ἔκτεινον καὶ δῶς αὐτῷ. Μὴ ἀφυστερήσῃς ἀπὸ ἀγαθῆς ἡμέρας,καὶ μερὶς ἐπιθυμίας ἀγαθῆς μή σε παρελθέτω. ῾0 φοβούμενος Κύριον ποιήσει αὐτόν, καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήψεται αὐτήν, καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν. Καὶ ὑψώσει αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ. Εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος καὶ ὄνομα αἰώνιον κατακληρονομήσει.

Εἰς τὴν Λιτήν. Στιχηρὸν ᾽Ιδιόμελον
῏Ηχος δ'.

Τοῦ κόσμου τὰ γεηρά, τῇ αἴγλῃ τῶν οὐρανίων ἀντήλλαξας,       παμμακάριστε Λουκία. ῎Εργοις γὰρ ἀγαθοῖς, τὸ δοθέν σοι τάλαντον πολυπλασιάσασα,  νῦν τῶν βραβείων ἀπολαύεις, τῆς δόξης Χριστοῦ τοῦ Θεοῦ, καὶ τῷ ἀΰλῳ φωτὶ Αὐτοῦ περιλάμπεσαι. ῎Οθεν μετὰ ἀγγέλων καὶ ἁγίων συγχορεύουσα, ᾄδεις αἰωνίως τὸν
Τρισάγιον  ῎Υμνον καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ὑμῶν.

                     Εἰς τὸν Στίχον. Στιχηρὰ ᾽Ιδιόμελα.

                     ῏Ηχος πλ. α' Χαίροις ἀσκητικῶν.

Χαίροις παρθενομάρτυς Χριστοῦ, μνηστῆρος ὕβριν καὶ μανίαν νικήσασα, τῷ σθένει τοῦ Οὐρανίου, καθωπλισμένη σεμνή, καὶ μὴ λωβηθεῖσα τὴν ἁγνότητα, ψυχῆς, ὡς ἐπείρασεν, ὁ ἐχθρὸς ἀμαυρῶσαι σε καὶ πανώλεσι τῆς αἰσχύνης ἐμπλῆσαί σε. Πρέσβευε οὖν, φιλόθεε, ἡμᾶς τοὺς τιμῶντάς σε, στερεωθῆναι καὶ μεῖναι ἐν τοῖς Κυρίου προστάγμασι. Λουκία ἀγγέλων, οὐρανίων καὶ ἁγίων, θεία συνόμιλος.

Ὅτε, Μάρτυς Λουκία, πικρῶς, ξίφος δημίου κεφαλὴν σὴν ἀπέτεμε, αἱμάσσον δὲ τῷ ἐδάφει, σῶμα ἐρρίφθη τὸ σόν, οὐρανοῦ σοι πύλαι διηνοίγησαν. Δεσπότου ἀγκάλαι δέ, ὑπεδέξαντο πάνσεμνε, καὶ στεφάνοις σε, τοῖς ἀφθάρτοις ἐκόσμησεν. Οἷς κοσμουμένη πρέσβευε, Μαρτύρων τὸ καύχημα, καὶ ἡμῖν τοῖς ἀχρείοις, δούλοις εἰρήνην δωρήσασθαι, Λουκία, ἁγίων καὶ δικαίων τῶν ἐν δόξῃ θείᾳ συνόμιλος.

Χαίροις, Λουκία Μάρτυς σεμνή, ἁγίᾳ Μάρτυρι ᾽Αγάθῃ προστρέξασα, αἰτήσασθαι τὴν ὑγείαν, τῇ σῇ νοσούσῃ μητρί, ἱκεσίαις θείαις τε καὶ δάκρυσι, Χριστοῦ σπλάγχνα ἔκαμψας καὶ ποθούμενον ἔλαβες, ὥσπερ πάλαι τε τὴν αἱμόρρουν ἰάσατο. Πρέσβευε καλλιπάρθενε, ἡμῖν τοῖς τιμῶσί σε ἴασιν δοῦναι καὶ χάριν ταῖς ἁμαρτίαις καὶ κρίμασιν, δεινῶς ἀσθενοῦσι, πολεμήτορος παγῖσι, καὶ δελεάσμασι.

Δόξα.

Τίς εἶδε, τίς ἤκουσε ποτέ, ἀρνίον ἄκακον, λέοντα ἄγριον κατασπαράσσειν; ῍Η στρουθίον ἁπαλόν, ὀρνέων σμῆνος εἰς
τέλος διώκειν; ᾽Αλλὰ ἀνδρειοτέρα ἀνεδείχθη τῇ δυνάμει τοῦ Σταυροῦ, ἡ πολύαθλος Λουκία. Διὸ καὶ βραβεῖα τῆς νίκης αὐτῇ ὁ δίκαιος κριτὴς ἐχαρίσατο, αἰωνίου δόξης καὶ χαρᾶς οὐρανίου ἀξιώσας καὶ ἡμῖν μεσίτριαν θερμὴν Αὐτῷ συστησαμένος. Διὸ καὶ ἡμεῖς
ἱκετεύομεν Χριστόν, ταῖς πρεσβείαις Λουκίας εἰρήνην δωρήσασθαι
καὶ ῥῶσιν ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν. Τῆς ῾Εορτῆς.
Θεοτοκίον τοῦ ῎Ηχου.

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως,       Παρθένε πάνσεμνε· δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παρρησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

᾽Απολυτίκιον ῏Ηχος α'.
Τῆς ἐρήμου πολίτης.

Σικελίας τὸ κλέος, ᾽Εκκλησίας ἀγλάϊσμα, καὶ τῆς οἰκουμένης       ἁπάσης τὸ στερρότατον ἔρεισμα, Λουκίαν ὑμνήσωμεν πιστοί, ὡς Μάρτυρα Χριστοῦ τὴν θαυμαστήν, παρθενίᾳ κοσμουμένην καὶ ἀρετῶν χαρίσμασι διαλάμπουσαν. Δόξα τῷ ἐνισχύσαντι αὐτήν, Δόξα Χριστῷ τῷ στερρώσαντι. Δόξα τῷ δωρουμένῳ τοῖς πιστοῖς στέφος τὸ ἄφθαρτον.

Καὶ νῦν. Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ· ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

῞Ετερον Ἀπολυτίκιον τῆς ῾Αγίας.
῏Ηχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
                
Παρθενίας φοροῦσα χλαῖναν ὑπέρλαμπρον, παρθενικῶς ἐμνηστεύθης τῷ Ζωοδότῃ Χριστῷ καὶ ἀγάπην γεηροῦ μνηστῆρος ἔλιπες· ὅθεν ὡς δῶρα νυμφικὰ προσενήνοχας αὐτῷ τὰ ρεῖθρα τῶν σῶν αἱμάτων, Λουκία Παρθενομάρτυς. ᾯ  καὶ πρεσβεύεις ὑπὲρ πάντων ὑμῶν.

(Τὸ ᾽Απολυτίκιον τοῦτο εὕρηται εἰς ῾Ωρολόγιον τὸ Μέγα. ῎Εκδοσις τῆς ᾽Αποστολικῆς Διακονίας τῆς ᾽Εκκλησίας τῆς ῾Ελλάδος (᾽Αθῆναι 1972).
           
ΕΙΣ ΤΟΝ  ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.
Τὸν τάφον σου Σωτήρ.
       
Ἐντεύξει καὶ εὐχῇ, τῷ Θεῷ καὶ Σωτῆρι, καθεῖλες ὦ σεμνή, τὸν ἀρχέκακον ὄφιν, τὸ κάλλος φθονήσαντα, τῆς ψυχῆς καὶ τοῦ σώματος, καὶ κατήγαγες, εἰς γῆν νεκρόν τε καὶ ἄπνουν, ὕμνον ᾄδουσα, τῷ σῷ Νυμφίῳ Λουκία, εἰς τέλος σθενώσαντα.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον ὅμοιον.

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα, σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

Μετὰ τὴν β' Στιχολογίαν. Κάθισμα τῆς ῾Αγίας
῏Ηχος πλ. α'.
Τὸν Συνάναρχον Λόγον.

Ῥιζηδὸν τὴν κακίαν ψυχῆς ἀπέτεμες, καὶ καρποῖς εὐσεβείας αὐτὴν ἐπλούτησας, καὶ τῷ σθένει τοῦ Σταυροῦ κατενίκησας, ἐχθρόν, Λουκία Μαρτύρων κλέος, διὸ πρέσβευε τῷ Κυρίῳ ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον. ῞Ομοιον.

Χαῖρε  ῞Αγιον ῎Ορος καὶ θεοβάδιστον· Χαῖρε ἔμψυχε βάτε καὶ
ἀκατάφλεκτε. Χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου Γέφυρα, ἡ μετάγουσα θνητοὺς πρὸς τὴν αἰώνιον ζωήν. Χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Μετὰ τὸν Πολυέλεον Κάθισμα.
Ἦχος δ'.Ταχὺ προκατάλαβε.

Τῷ κόσμῳ πηγάσαντι, τὴν σωτηρίαν Σταυρῷ, στερρῶς ἠκολούθησας, Λουκία μάρτυς σεμνή, καὶ τούτῳ παρέθηκας, πνεῦμα σὸν καὶ καρδίαν, τὴν δὲ κάραν σου ξίφει, δήμιος, ὡς ἀφεῖλε, ἐδωρήσω πιστοῖς σου, τιμῶσι μνήμην τὴν σὴν σήμερον ᾄσμασι.

Δόξα. Και νῦν.
Θεοτοκίον, ὅμοιον.

Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία Πανάμωμε· λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων· σύντριψον μηχανίας, καί, κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων, Πάναγνε κατὰ τῶν δούλων σου.

            Τὸ Α' ᾽Αντίφωνον του δ' ἤχου καὶ τὸ Προκείμενον.

          Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (γ΄)

Πᾶσα πνοή.
Εὐαγγέλιον ῎Ορθρου.
Κατὰ Ματθαῖον
(Κεφ. ι΄ 16-22)

Εἶπεν ὁ Κύριος. ᾽Ιδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. ῞Οταν δὲ παραδώσωσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε. Οὐ γὰρ ἡμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καί ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου, ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

              Δόξα. Ταῖς τῆς σῆς ῾Αγίας πρεσβείαις ἐλεῆμον...
                            
             Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον...

᾽Ελέησόν με ὁ Θεός.

Καὶ τὸ Στιχηρὸν ᾽Ιδιόμελον.
῏Ηχος πλ. β'.

Τὰς πολυφώνους σάλπιγγας καὶ τὰ πολύχυτα φῶτα, ποθοῦσα
τὰ ἐν οὐρανοῖς, πρὸς τὴν τῶν θείων ἀναβάσεων ἀκρότητα,
ἔσπευδες Λουκία Μάρτυς θεοτίμητε. ῞Οθεν καθαρότητι βίου, καὶ
θεοπτίας ὕψει, ἀρθεῖσα, ἀθανασίας περικέκλεισαι χάριτι, τήν τε
ἀΐδιον Θεοῦ δύναμιν καὶ θεότητα αἰωνίως καθορᾶς, καὶ πρεσβεύεις ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν τῶν πίστει καὶ πόθῳ, τιμώντων
τὴν μνήμην σου.
            
῾0 Κανὼν τῆς Ἁγίας.
           ᾽Ακροστιχίς. Λουκίᾳ ἀΰλῳ φωτὶ παροικούσῃ, Στέφανος.

ᾨδή α'. ῏Ηχος πλ. δ'.  Ὑγρὰν διοδεύσας.
Λαοὶ συναθροίσθητε, ὧδε νῦν, σὺν ἡμῖν δοξάσαι, τὸν τοῦ κόσμου δημιουργόν, τὸν δι' εὐσπλαγχνίαν, Σταυρῷ προσηλωθέντα καὶ Μάρτυρα Λουκίαν φῶς ἀναδείξαντα.
           
Ὁσίως ἐνήθλησας ἀρετῇ, καὶ τῇ εὐσεβείᾳ κοσμουμένη Μάρτυς καλή, Λουκία πανένδοξε μὴ παύσῃ, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ πρεσβεύουσα.

Ὑψώθης τῇ Χάριτι τοῦ Θεοῦ, εἰς ὕψη ἀγάπης, θείῳ ἔρωτι  δὲ ψυχῆς, ἐπτέρωσας Μάρτυς σὴν καρδίαν, τιτρωσκομένη Χριστοῦ τοῖς κινήμασι.
Θεοτοκίον.
Κριτὴν καὶ Δεσπότην, Μῆτερ ἁγνή, ἀπέτεκες πᾶσιν, ὀλλυμένοις ἐν τοῖς κακοῖς, ὃν εἶδες σταυρούμενον ἐν Κρανίῳ, τόπῳ τοῖς αἵμασι πάντας καινίζονται.

Καταβασία. Χριστὸς γεννᾶται.

ᾨδὴ γ'. Οὐρανίας ἀψῖδος.

Ἱκεσίας σου, μάρτυς, ταῖς πρὸς Θεὸν πάντοτε ἄγαγε σῶν δούλων αἰτήσεις τῷ Παντοκράτορι, ἵνα πρὸς ἅγιον καὶ ἀγαθὸν πορευθῶμεν, καὶ Θεοῦ τὸ θέλημα πάντες ποιήσωμεν.

Ἀπορήσας ὁ τάλας, ἐπὶ τῇ σῇ πάντιμε, ῥώμῃ καὶ ψυχῆς διαθέσει, μάτην ἐσπούδαζε, τοῦ δελεάσαι σε, ὕλῃ φρικτῶς  φθειρομένῃ, καὶ χοροῦ στερήσασθαι, τῶν ὁμοτρόπων σου.

Ἀκλινῆ καὶ βεβαίαν, σὴν μαρτυρίαν καλλίνικε, ἔσχες παρωθοῦσαν τοῖς πρόσω, τρέχειν ὡς ἔλαφος, διψῶσα κάλλεσι, τῶν οὐρανίων θαλάμων, καὶ φωτὶ Παντάνακτος, νῦν καταλάμπεσθαι.

Θεοτοκίον.
Ὑστεροῦντας τῇ πίστει, καὶ πενομένοις χαρίσμασι, καὶ τῇ προθυμίᾳ ὀκνοῦντας, Μῆτερ ἐνίσχυσον, πρὸς τὸ πανάγιον καὶ καθαρώτατον Πνεῦμα,  τῆς Τριάδος ἄϋλον φῶς ἐνοπτρίζεσθαι.


Καταβασία. Τῷ πρὸ τῶν αἰώνων.
Κάθισμα. Ἦχος δ'.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ  
Τὸν νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας Πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, στέφος τῆς ἀθλήσεως, παρ’ αὐτοῦ δεξαμένη. Ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου.

Δόξα... Καὶ νν... Θεοτοκίον
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.

ᾨδή δ'. Εἰσακήκοα Κύριε.

Λυπηρῶν τῶν ὀχλούντων με, σαῖς πρεσβείαις λύτρωσον μάρτυς ἔνδοξε, καὶ τὸν κλύδωνα κατεύνασον, κοσμικῶν κυμάτων τῶν κυκλούντων με.
      
Ὡραιώθης καλλίνικε, κάλλεσι Χριστοῦ τοῦ Νυμφίου σου, καὶ
ἐπ' ὤμων Σταυρὸν ἄρασα, τούτῳ ἠκολούθησας, Μάρτυς ἄριστε.

Φωτοδότην ἱκέτευε, τοὺς ἐσκοτισμένους τοῖς πταίσμασι, καταυγάσαι Θεοτίμητε, ταῖς μαρμαρυγαῖς τοῦ θείου Πνεύματος.

Θεοτοκίον.

 Ὠχριᾷ  δόξα ἅπασα, κόσμου τῶν Ἀγγέλων, Θεόνυμφε, τῇ σῇ
 δόξῃ καὶ τοῖς κάλλεσι, Θεοτόκε Πάναγνε, συγκρίνεσθαι.

                 Καταβασία. Ῥάβδος ἐκ τῆς ρίζης ῾Ιεσσαί.

                                ᾨδή ε΄. Φώτισον ἡμᾶς.

Τήρησον ἡμᾶς, ἐντολαῖς ταῖς τοῦ Θεοῦ ἡμῶν, τοῦ φθάσαι Μάρτυς Λουκία ἡμᾶς, εἰς εὐφροσύνην, ἧς νῦν γεύῃ παμμακάριστε.

Ἴδοιμεν πιστοί, βασιλείαν τὴν αἰώνιον, ἣν καθορῶσι Μαρτύρων χοροί, σὺν τῇ Λουκίᾳ οὐρανίοις ἐν σκηνώμασιν.

Πάροικοι ἐσμέν, καὶ ἐν κόσμῳ θαλαττεύομεν, ὅλως ἐν σκότει μὴ ἔχοντες φῶς, ἀλλὰ σὺ Μάρτυς, πρεσβείαις σου καθοδήγησον.

Θεοτοκίον.

ᾌδεις λιγυρῶς τῷ Δεσπότῃ θεῖα ᾄσματα, καὶ γὰρ ἀγγέλων ἀΰλων φωναί, σιγῶσι Κόρη, ἀκοῦσαι λιτὰς ἁγίας σου.

Καταβασία. Θεὸς ὢν εἰρήνης.

ᾨδὴ στ'. Τὴν δέησιν ἐκχεῶ.
Ῥυσθῆναί με τῶν πολλῶν κριμάτων μου, ἐξαιτοῦμαι Μάρτυς πρὸς Σωτῆρος, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ὀδυνῶμαι κακίᾳ πανέντιμε, καὶ δέομαί σου ἀγαθή, ἐκ φθορᾶς σαῖς πρεσβείαις ἀνάγαγε.

Ὀχύρωσον, ἐντολαῖς τοῦ Πλάσαντος, τοῦ στοιχεῖν με τοῖς σοῖς
ἴχνεσι Μάρτυς, καὶ οὐρανίους οἰκῆσαι θαλάμους, μετὰ συνάθλων σου νῦν συναρίθμησον, καὶ πάντων τῶν ἐν δεξιοῖς τοῦ Δεσπότου οἰκούντων ἀξίωσον.

Ἰδοῦσα νῦν, θησαυρούς, ἑτοίμους σοι, καὶ Τριάδος καθορῶσα τὴν δόξαν, καὶ Θεοτόκου τὴν ἔλλαμψιν πάντως, διηνεκῶς ἀπολαύουσα, ἔντιμε, ἱκέτευε ὑπὲρ ἡμῶν, παρρησίαν ὡς ἔχουσα ἀξιάγαστε.
               
Θεοτοκίον.
Κρατήσασα, σαῖς ἰγνύαις Δέσποινα, ἀθεΐας καθελόντα τὸ κράτος, καὶ Θεοτόκος φανεῖσα τῷ κόσμῳ, ὑπὲρ ἡμῶν μὴ ἐλλίπῃς πρεσβεύουσα, τῶν θλίψεσί τε καὶ δεινοῖς, κυκλουμένων, δεινῶς Μητροπάρθενε.

Κοντάκιον.
῏Ηχος β'. Τὰ ἄνω ζητῶν.
Χρυσοῖς κροσσωτοῖς, στολήν σου ἐποίκιλας, καὶ ταύτῃ λαμπρῶς, τῷ θρόνῳ παρίστασαι, τοῦ Δεσπότου πάνσεμνε, ἀπολαύουσα, τῶν τούτου θείων δωρεῶν, αἰτουμένη πᾶσι θείαν ἔλλαμψιν.
                          
Ὁ Οἶκος.

Ἡ ἱερὰ τῶν ἁγίων χορεία σκιρτάτω σήμερον ἐνθέως, ἐν αὐτῷ τὴν ἁγίαν συγχορεύουσαν ἔχουσα, τῷ στεφάνῳ τῆς δόξης ἠγλαϊσμένην καὶ τῷ αἵματι τοῦ Μαρτυρίου τὴν τῆς ᾽Εκκλησίας πορφύραν ἐξωραΐζουσαν, Λουκίαν τὴν παρθένον καὶ Μάρτυρα τιμῶντες καὶ ἡμεῖς πνευματικῶς ἱκετεύσωμεν ὅπως πρεσβεύῃ τῷ αὐτῆς Δεσπότῃ καὶ Θεῷ, ἡμῖν πᾶσι δωρήσασθαι τὴν θείαν ἔλλαμψιν.
          
ΣΥΝΑΞΑΡΙΟΝ
(Τὸ Συναξάριον καὶ οἱ Στίχοι ἐκ τοῦ Μηναίου).

Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνὸς Μνήμη τῆς ῾Αγίας Παρθενομάρτυρος Λουκίας.

Στίχοι.
                      ῾Ως Παρθένος μέν, ἓν ἡ Λουκία
                 ῾Ως δ' ἐκ ξίφους καὶ Μάρτυς, ἄλλο λαμβάνει.

Αὕτη ἦν ἐκ τῆς Συρακουσῶν πόλεως, τῆς κατὰ τὴν Σικελίαν,        μεμνηστευμένη ἀνδρί. Διὰ τὴν ἐνσκήψασαν νόσον τῇ ταύτης
μητρί, ἅμα αὐτῇ  ἐπὶ Κατάνην παρεγένετο, δεηθησομένη τῆς ῾Αγίας Μάρτυρος ᾽Αγάθης, ἀπαλλάξαι τῆς αἱμορροίας τὴν μητέρα
αὐτῆς. Παραγενομένη δέ, ὄναρ εἶδε τὴν ἁγίαν Ἀγάθην, τήν τε
ἴασιν παρεχομένην τῇ μητρὶ αὐτῆς, καὶ προθεσπίζουσαν αὐτῇ περὶ
τοῦ κατὰ Χριστὸν μαρτυρίου. ῾Ως δὲ ἡ μήτηρ αὐτῆς γέγονεν ὑγιής,
τῶν ὑπαρχόντων αὐτῆς διανομὴν πρὸς τοὺς πένητας ποιήσασα,
εὔθυμος ἦν πρὸς τὴν τοῦ Χριστοῦ ὁμολογίαν. Παρὰ δὲ τοῦ μνηστῆρος διαβληθεῖσα, παρέστη τῷ ἄρχοντι Πασχαίῳ, κατ' ἄλλους
Πασχασίῳ, ὃς ἐκέλευσεν αὐτὴν ἐν πορνείῳ ἀπενεχθεῖσαν
ὑβρισθῆναι. Διέμεινε δέ, τῇ τοῦ Χριστοῦ χάριτι ἐν ἁγνείᾳ, καίτοι πολλῶν μὲν συνελθόντων, μὴ δυνηθέντων δὲ μετακινῆσαι αὐτὴν ἐκ
τοῦ τόπου ἔνθα ἐστήρικτο. Ἀπαγορεύσαντες δὲ τὴν ταύτης μετάθεσιν καὶ μηδὲ τῇ πυρᾷ, ἣν ἀνῆψαν ἔνθα ἡ ἁγία ἵστατο αὐτὴν
καταφλέξαντες, διὰ τὸ ὑπὸ Θεοῦ ταύτην φυλάττεσθαι, ξίφει τὴν
αὐτῆς ἀπέτεμον κεφαλήν, ἔτει 304 μ.Χ.
                                                             
(Λουκία ἁγία ἑορτάζεται  καὶ τῇ 17η Σεπτεμβρίου ὡς καὶ τη 4ῃ καί 6η ᾽Ιουλίου).
     
Τῇ αὐτῇ ἡμέρᾳ ἄθλησις τῷν ἁγίων καὶ ἐνδόξων τοῦ Χριστοῦ Μαρτύρων, Εὐστρατίου, Αὐξεντίου, Εὐγενίου, Μαρδαρίου καὶ ᾽Ορέστου.
                                      Στίχοι.
Τὸν Εὐστράτιον καὶ συνάθλους δὶς δύω, ῞Απαξ δύο κτείνουσι πῦρ τε ξῖφος. Τούς γε σὺν Εὐστρατίῳ δεκάτῃ τρίτῃ ἔκτανεν πῦρ.

Τῇ αὐτῆ ἡμέρᾳ Μνήμη τοῦ ῾Οσίου Πατρὸς ἡμῶν ᾽Αρσενίου τοῦ ἐν τῷ Λάτρῳ.  

Ὁ ῞Οσιος ῎Αρης ἐν εἰρήνῃ τελειοῦται.

Μνήμη τοῦ ἁγίου νέου ἱερομάρτυρος Γαβριὴλ ἀρχιεπισκόπου Σερβίας, τοῦ ἐν Προύσῃ μαρτυρήσαντος κατὰ τὸ 1659.

     Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. ᾽Αμήν.
                      
Καταβασία. Σπλάγχνων ᾽Ιωνᾶν.

ᾨδή ζ '.  Οἱ ἐκ τῆς ᾽Ιουδαίας.
        
 Ὀλετῆρα χαρίτων, καὶ ψυχὰς ἡμῶν σκότει ἐπαπειλοῦντα νῦν,          ἀπέλασον Λουκία, ὡς πάλαι ἐν σταδίῳ, μαρτυρίῳ σου ἔδειξας, ὁ τῶν πατέρων Θεός, βοῶσα σὺ ὑπάρχεις.
             
Ὑπερβᾶσα κακίαν, τῆς ψυχῆς μου τὴν ἄνοιαν ἐξολόθρευσον,
καὶ πλούτησον ἁγνείας, καρποῖς καὶ εὐσεβείας, τοῦ κραυγάζειν πρὸς Κύριον, ὁ των Μαρτύρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σὸν Νυμφίον Δεσπότην, ἐν Σταυρῷ σωτηρίαν κόσμῳ πηγάσαντα, καὶ εἴδωλα μανίας, πατήσαντα ἁγία, διὰ βίου ἐδόξασας. ῾0 τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.               
Ἡ  νηδύς σου Παρθένε, τὸν Χριστὸν ὡς χωρήσασα, Θεονύμφευτε, παράδεισος τῷ κόσμῳ, ἐδείχθη θεοφόρος, ὃν ὑμνοῦντες δοξάζομεν. ῾0 τῆς Ἀχράντου Μητρός, Θεὸς εὐλογητὸς εἶ.

Καταβασία. Οἱ παῖδες εὐσεβείᾳ.

ᾨδή η'. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Σκότος εἰδώλων, ἀπὸ ψυχῶν σὺ ἀφεῖλες, τῶν κρινόντων σε
ἀδίκως Λουκία, καὶ φωτὶ ἐνθέῳ, κατηύγασας ἁγίῳ.

Τῷ σῷ Νυμφίῳ, χεῖρας ἐκτείνασα, Κόρη, ἐκδυσώπησον εὐχαῖς σου ἁγίαις, ἵνα τὴν εἰρήνην, δωρήσηται τῷ κόσμῳ.

Ἐπιχαρίτως, ὑμνολογοῦντες Λουκία, ἀναπέμπομεν Χριστῷ θείαν δόξαν, στέφος τῶν Μαρτύρων, ἡμῖν δωρησαμένῳ.

Θεοτοκίον.
Φωτοφοροῦσα, πεποικιλμένη χρυσίῳ, μετ' ἀγγέλων, παρεδρεύεις Παρθένε, καὶ παμβασιλέως, τὴν δόξαν κατοπτεύεις.

Καταβασία. Θαύματος ὑπερφυοῦς.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
   
 Ἀξίωσον Λουκία, ἰδεῖν τὴν τοῦ Σωτῆρος ἔλευσιν θάρσει καὶ  πόθῳ τῷ ζέοντι καὶ τὴν εἰρήνην ψυχῆς μοι ἐπιδαψίλευσον.

Νοός σου οἶκον Μάρτυς, ἐπλούτησας ἀκτῖσι, Πνεύματος θείου καὶ μύροις ἐπλήρωσας, τὴν σὴν καρδίαν, ἁγνείᾳ καὶ χάριτι.

Ὁ   μόνος ἐν ἁγίοις, ὑμνούμενος ἀξίως, Δεσπότης μάρτυς Λουκία ἐδόξασε, καὶ φωτοφόρῳ στεφάνῳ ἐκόσμησε.
                              
Θεοτοκίον.

Στολὴν ἀρρήτου κάλλους, ἐνδύσασθαι σοὺς δούλους, Δέσποινα Μήτηρ Κυρίου ἀξίωσον, τοὺς εὐωδίας θυμίαμα σοὶ προσφέροντας.
Καταβασία. Μυστήριον ξένον.

Ἐξαποστειλἁριον.
῾0 οὐρανὸν τοῖς ἄστροις.

 Ὁ ουρανὸν τοῖς ἄστροις, καταστολήσας ὡς Θεός, σὲ κατεκόσμησε πλήθει, Λουκία θείων ἀρετῶν, ὅθεν ἀεὶ διαλάμπεις, σύμπασαν κτίσιν, φαιδρύνουσα σαῖς πρεσβείαις.

Θεοτοκίον.

 Σοὶ Θεοτόκε προσπίπτει, γένος ἀνθρώπων οἰκετῶν, σὲ προσκαλοῦσα Παρθένε, χεῖρας ἐκτεῖναι τῶ Υἱῷ, καὶ σῷ Θεῷ Παναγία, ταῖς τῆς Λουκίας πρεσβείαις.

          Εἰς τοὺς Αἴνους. Ἱστῶμεν Στίχους ς΄ καὶ ψάλλομεν

Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Ἐμφατικῶς σὴ καρδία Μάρτυς Λουκία σεμνή, στοιχοῦσα ταῖς Σωτῆρος, παραθήκαις ἁγίαις, ἐτρώθη θείῳ πόθῳ καὶ ἀρετήν, ὅλην ἔδειξε κάλλεσι, τῶν χαρισμάτων κοσμούντων τὴν σὴν
ψυχήν, παραδείσου ταῖς ἐλλάμψεσι.

Τῶν ἀκροτάτων καὶ θείων, ἀγωνισμάτων σεμνή, Λουκία θεία Μάρτυς, ἐπελάβου γενναίως, τῷ σθένει καὶ τῇ χάριτι τοῦ Σταυροῦ, δι' οὗ ἔπαθλα ἄφθιτα, τοῦ Παραδείσου τοῖς γέρασι, σὴ ψυχή, ἐκοσμήθη εἰς ἀντάμειψιν.

Ἀγγαλλομένη εἰσῆλθες, ἐν τῶ σταδίῳ ἁγνή, ἀθλῆσαι ἐκζητοῦσα, καὶ ἐκχέαι σου αἷμα, τοῖς ἴχνεσι στοιχοῦσα τοῦ Λυτρωτοῦ, καὶ τὸ πάθος μιμήσασθαι, ἐπιποθοῦσα τὸ λύσαν τὴν ἐνοχήν, γένους ἅπαντος βροτείου σεμνή.

Καλλιεργήσασα πόνοις, τὴν σὴν καρδίαν σεμνή, ἀνέδειξας κοσμίαν, σῷ Νυμφίῳ καὶ Κτίστῃ, τοῖς σπέρμασι καὶ φύτροις τοῦ γεωργοῦ, πολλαπλάσιά σοι νείμαντος, καὶ θείᾳ ἅλωνι, γεηρῶν οὐρανοῦ σε, ἀξιώσαντα.

Δόξα. ῏Ηχος δ'.

Μαρτύρων θεῖοι χοροί, οἱ τῷ φωτὶ τῷ ἀνεσπέρῳ, ἐν οὐρανοῖς        περιλαμπόμενοι, χορεύσατε σήμερον· ἡ γὰρ νεᾶνις καὶ παρθένος, Λουκία ἡ πάνσεμνος, τῷ Δεσπότῃ παρίσταται, καὶ τῷ στεφάνῳ τῆς δόξης ἠγλαϊσμενη Αὐτῷ ἀνακράζει. ῾Η δόξα σὴ καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας, τῷ ἐνδυναμώσαντί με καὶ αἵματι λούσαντι. Πιστῶν δὲ καρδίαι συνάχθητε, καὶ τῷ Βασιλεῖ οὕτως ᾄσατε. Δόξα σοι τῷ μόνῳ Θεῷ, τῷ τὴν ἁγίαν σθενώσαντι καὶ ἡμῖν δωρουμένῳ τὸ μέγα ἔλεος.

Καὶ νῦν. ῏Ηχος δ'.

Ἐκ παντοίων κινδύνων καὶ θλίψεων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.


Δοξολογία μεγάλη καὶ ᾽Απόλυσις.
           
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ ᾽Αντίφωνα.
Εἰς τὴν Εἴσοδον. Ἀπολυτίκιον τῆς ῾Αγίας· Σικελίας τὸ
κλέος.
Κοντάκιον τῶν Χριστουγέννων. ῾Η Παρθένος σήμερον.

Ἀπόστολος τῆς Ἁγίας. Ζήτει τῇ 4η Δεκεμβρίου (Γαλ. γ'
23-δ'5).
Εὐαγγέλιον εἰς Γυναῖκας Μάρτυρας, Ζήτει τῇ Δευτέρᾳ

τῆς ιε' ἐβδομάδος Κατὰ Μᾶρκον ε' 24-34.

Κοινωνικόν. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου
αὐτοῦ.

ΜΕΓΑΛΥΝΑΡΙΟΝ

Τὸ τῆς Σικελίας κλέος πιστοί, καὶ Συρακουσίων θρέμμα ἅγιον καὶ σεπτόν, τῆς ὀρθοδοξίας οἱ μῦσται  νῦν τιμῶμεν, Λουκίαν τὴν Παρθένον ὕμνοις καὶ ᾄσμασι.


ΤΕΛΟΣ

ΚΑΙ  Τῼ ΕΝ ΤΡΙΑΔΙ ΘΕῼ ΔΟΞΑ



Τετάρτη 30 Νοεμβρίου 2011



ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΗΝ ΕΝΔΟΞΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ
ΒΑΡΒΑΡΑΝ
(+ 4 Δεκεμβρίου)

Υπό Γερασίμου Μοναχού Μικραγιαννανίτου

Ευλογήσαντος του Ιερέως αρχόμεθα του ψαλμού 


Ψαλμός ΡΜΒ`. 142.
Κύριε, εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη
αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου. Και μη εισέλθης
εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας
ζων. Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου, εταπείνωσεν εις γην την
ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος, και ηκηδίασεν
επ` εμέ το πνεύμά μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην
ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των
χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου
ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμά
μου. Μη αποστρέψης το πρόσωπόν σου απ` εμού, και ομοιωθήσομαι
τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρω`ί` το έλεός
σου, ότι επί σοί ήλπισα. Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι,
ότι προς σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε,
προς σε κατέφυγον. Δίδαξόν με του ποιείν το θέλημά σου, ότι σύ ει ο
Θεός μου. Το πνεύμά σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν
του ονόματός σου , Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ
θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους
εχθρούς μου. Και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι
εγώ δούλός σου ειμί.

Ευθύς εις Ήχον δ`.
Θεός Κύριος και επέφανεν ημίν, ευλογημένος ο ερχόμενος εν ονόματι
Κυρίου. ( τετράκις )

Και τα τροπάρια. Ήχος ο αυτός. Ο Υψωθείς εν τω Σταυρώ.
Ως αθληφόρος ευκλεής του Σωτήρος, και των θαυμάτων ανεξάντλητος
κρήνη, και βοηθός ημών εν περιστάσεσι, πρόφθασον και λύτρωσαι,
λοιμικών νοσημάτων, και πάσης στενώσεως, και ανάγκης και βλάβης,
τους αδιστάκτω πίστει και στοργή, εξαιτουμένους, Βαρβάρα, την χάριν
σου.

Θεοτοκίον.
Ου σιωπήσωμεν ποτε Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι.
Ειμή γαρ σύ προϊστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων
κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν
Δέσποινα εκ σού. Σούς γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Είτα τον Ν`. Ψαλμόν.
Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου, και κατά το πλήθος των
οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνόν με από
της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με. Ότι την
ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιόν μου εστί δια
παντός. Σοί μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα, όπως
αν δικαιωθής εν τοις λόγοις σου και νικήσης εν τω κρίνεσθαί σε. Ιδού
γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ
μου. Ιδού γαρ αλήθειαν ηγάπησας τα άδηλα και τα κρύφια της σοφίας
σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς
με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και
ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το
πρόσωπόν σου από των αμαρτιών μου, και πάσας τας ανομίας μου
εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί, ο Θεός, και πνεύμα ευθές
εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου
σου, και το Πνεύμά σου το άγιον μη αντανέλης απ` εμού. Απόδος μοι
την αγαλλίασιν του σωτηρίου σου, και Πνεύματι ηγεμονικώ στήριξόν με.
Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι.
Ρύσαί με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η
γλώσσα μου την δικαιοσύνην σου. Κύριε, τα χείλη μου ανοίξεις, και το
στόμα μου αναγγελεί την αίνεσίν σου.Ότι, ει ηθέλησας θυσίαν έδωκα
αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα
συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός
ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών και
οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν
δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. Τότε ανοίσουσιν επί το
θυσιαστήριόν σου μόσχους.

Αρχόμεθα του κανόνος της Αγίας Βαρβάρας

Ωδή Α`. ΄Ηχος πλ.δ`. Υγράν διοδεύσας.
Ιάματα βλύζουσα κρουνηδόν, ψυχών θεραπεύεις, και σωμάτων πάθη
δεινά, των πίστει και πόθω προσιόντων, Μεγαλομάρτυς, Βαρβάρα, τη
σκέπη σου.

Αθλήσεως μάρτυς ταις αστραπαίς, σκεδάζεις πνευμάτων, ακαθάρτων
τον σκοτασμόν, και ρώσιν και χάριν και υγείαν, τοις εν νυκτί ανατέλλεις
των θλίψεων.

Συνούσα αλήκτως τω ποιητή, απαύστως δυσώπει, παρρησία
μαρτυρική, ημάς εκλυτρούσθαι Αθληφόρε, των εν τω βίω κινδύνων και
θλίψεων.

Θεοτοκίον
Αφθόρως τεκούσα σωματικώς, τον πάντων Δεσπότην αφθαρτίζοντα
τον Αδάμ, κεχαριτωμένη Θεοτόκε, φθοροποιών νοημάτων με λύτρωσαι.

Ωδή Γ`. Ουρανίας αψίδος.
Ιαμάτων την χάριν, παρά Χριστού είληφας, όθεν τας πολλάς μου
οδύνας και τα συντρίμματα, μάρτυς θεράπευσον, και της ψυχής μου την
λύπην, εις χαράν μετάβαλε, Βαρβάρα ένδοξε.

Μαρτυρίου την τρίβον, περιφανώς ήνυσας, όθεν προς οδόν την
ευθείαν, ημάς κυβέρνησον, των εντολών του Θεού, εξ ατραπών
απωλείας, τη προμηθεστάτη σου, Βαρβάρα χάριτι.

Ασθενείαις βαρείαις, και αλγεινοίς πάθεσι, δια παραπτώσεων πλήθος,
δεινών ετάζομαι, όθεν κραυγάζω σοι, τον της οδύνης μου πόνον,
κούφισον πανεύφημε, Θεία σου χάριτι.

Θεοτοκίον.
Ρυπωθείς τη κακία, το της ψυχής έσβεσα, κάλλος και ημαύρωσα Κόρη,
πράττων τα άτοπα. Σύ ουν με λύτρωσαι, της πονηράς συνηθείας, και της
μετανοίας μου, το φως ανάτειλον.

Διάσωσον Μεγαλομάρτυς Βαρβάρα, τους σούς οικέτας, πάσης βλάβης
και νοσημάτων και θλίψεων, και τοις θερμώς σε καλούσιν αεί βοήθει

Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του
σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Αίτησις και το κάθισμα.
Ήχος Β`. Πρεσβεία θερμή.
Θαυμάτων πηγάς, Βαρβάρα αναβλύζουσα, προφθάνεις θερμώς, τους
επιβοωμένους σου, το όνομα το άγιον, και διώκεις λοιμώδη νοσήματα,
δια τούτο βοώμέν σοι σεμνή. Της τούτων ημάς ρύμης διάσωζε.

Ωδή Δ`. Εισακήκοα Κύριε.
Τας ενέδρας του δράκοντος, ας τεκταίνει μάρτυς καθ` ημών σύντριψον,
τη ταχεία αντιλήψει σου, και της τούτου βλάβης ημάς απάλλαξον.

Υποπέσας ταις θλίψεσιν, ως παραπικράνας Χριστόν τον εύσπλαχνον, εκ
καρδίας ανακράζω σοι. Λύσον ω Βαρβάρα, την αθυμίαν μου.

Σωτηρίαν εξαίτησαι, και αρρωστημάτων την απολύτρωσιν, και ειρήνην
τε και έλεος, τοις σε ανυμνούσι, Βαρβάρα πάνσεμνε.

Θεοτοκίον.
Της ψυχής μου την κάκωσιν, ίασαι Παρθένε τη σή Χρηστότητι, και
παθών με σκότους λύτρωσαι, τη φωτοχυσία της προνοίας σου.

Ωδή Ε`. Φώτισον ημάς.
Η Θεοειδής, αρωγή σου ημίν γένοιτο, ώσπερ αύρα εναψύξεως σεμνή,
πειρασμών αποσβεννύουσα τον καύσονα.

Νόσων χαλεπών, και ποικίλων περιστάσεων, και δεινών επιβουλών και
αναγκών, ανωτέρους, ω Βαρβάρα ημάς φύλαττε.

Σκέπη αρραγής, και προστάτις και αντίληψις, και θερμή προς τον
Χριστόν καταλλαγή, ημίν έσο εν τω βίω καλλιπάρθενε.

Θεοτοκίον.
Ύψωσον ημάς την διάνοιαν, Πανάμωμε, εξ υλώδους προσπαθείας
μοχθηράς, αγίας αναβάσεις Θείου έρωτος.

Ωδή στ`. Την δέησιν εκχεώ.
Νοσήματα χαλεπά και χρόνια, θεραπεύουσα τη σή προστασία, της
τούτων βλάβης ημάς ανωτέρους, Μεγαλομάρτυς Βαρβάρα διάσωζε, και
πρέσβευε τω Ποιητή, των πταισμάτων ημίν δούναι άφεσιν.

Την δέησιν της ψυχής μου πρόσδεξαι, ως θυμίαμα ευώδες Βαρβάρα,
και δυσωδίας παθών ακαθάρτων, την μολυνθείσαν καρδίαν μου
κάθαρον, και του νοός μου τας πολλάς, εκτροπάς επανόρθωσον δέομαι.

Ρυσθήναί με των εν βίω θλίψεων, και παντοίων αναγκών και κινδύνων,
και ψυχικής αθυμίας και λύπης, τον προσιόντα θερμώς τη πρεσβεία
σου, τον σόν Νυμφίον Ιησούν, εκδυσώπει Βαρβάρα εκάστοτε.

Θεοτοκίον.
Ιάτρευσον την νοσούσαν ψυχήν μου, μυστική επισκοπή σου Παρθένε,
και τας του σώματος παύσον οδύνας, και των πταισμάτων μοι δώρησαι
άφεσιν. Σύ γαρ προστάτις μου θερμή, και εν σοί πεποιθώς διασώζομαι.

Διάσωσον Μεγαλομάρτυς Βαρβάρα τους σούς οικέτας, πάσης βλάβης
και νοσημάτων και θλίψεων, και τοις θερμώς σε καλούσιν αεί βοήθει.

Άχραντε, η δια λόγου τον Λόγον ανερμηνεύτως, επ` εσχάτων των
ημερών τεκούσα δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και το 

Κοντάκιον. Ήχος Β`. Τοις των αιμάτων σου.
Θαυματουργίαις πολλαίς διαλάμπουσα, των νοσημάτων εξαίρεις τον
καύσονα, και την υγείαν βραβεύεις τοις πάσχουσι, Παρθενομάρτυς
Βαρβάρα εκάστοτε, διο σου την χάριν κηρύττομεν.

Προκείμενον.
Θαυμαστός ο Θεός εν τοις Αγίοις αυτού.

Στίχος......
Εκ του κατά Μάρκον ( Ε`. 24-34 ).
Τω καιρώ εκείνω, ηκολούθει τω Ιησού όχλος πολύς και συνέθλιβον
αυτόν. Και γυνή τις ούσα εν ρύσει αίματος, έτη δώδεκα, και πολλά
παθούσα υπό πολλών ιατρών, και δαπανήσασα τα παρ` εαυτής πάντα,
και μηδέν ωφεληθείσα, αλλά μάλλον εις το χείρον ελθούσα, ακούσασα
περί του Ιησού, ελθούσα εν τω όχλω όπισθεν, ήψατο του ιματίου
αυτού. Έλεγε γαρ εν εαυτή, ότι καν των ιματίων αυτού άψωμαι,
σωθήσομαι. Και ευθέως εξηράνθη η πηγή του αίματος αυτής, και έγνω
τω σώματι, ότι ίαται από της μάστιγος. Και ευθέως ο Ιησούς επιγνούς
την εαυτώ την εξ αυτού δύναμιν εξελθούσαν, επιστραφείς εν τω όχλω,
έλεγε: Τις μου ήψατο των ιματίων; Και έλεγον αυτώ οι μαθηταί αυτού.
Βλέπεις τον όχλον συνθλίβοντά σε και λέγεις, τις μου ήψατο; Και
περιεβλέπετο ιδείν την τούτο ποιήσασαν. Η δε γυνή φοβηθείσα και
τρέμουσα, ειδυία ο γέγονεν επ` αυτή, ήλθε και προσέπεσεν αυτώ, και
είπεν αυτώ πάσαν την αλήθειαν. Ο δε είπεν αυτή: Θύγατερ, η πίστις
σου σέσωκέ σε, ύπαγε εις ειρήνην, και ίσθι υγιής από της μάστιγός σου.

Δόξα. Ταις της αθληφόρου…

Και νυν. Ταις της Θεοτόκου.

Προσόμοιον. Ήχος πλ. β`. Όλην αποθέμενοι
Στίχος. Ελέησόν με ο Θεός…

Νύμφη πανακήρατος, του Βασιλέως της δόξης, παρθενία λάμπουσα,
και στερράς αθλήσεως τοις παλαίσμασιν, αληθώς πέφηνας, Βαρβάρα
Θεόφρον, δια τούτο σού δεόμεθα, πάσης στενώσεως και επηρειών του
αλάστορος, λυμαντικών παθήσεων, και φθοροποιών τε μολύνσεων,
αβλαβείς συντήρει, ημάς τους προσιόντας σοι πιστώς, και την θερμήν
σου βοήθειαν, αιτούντας εκάστοτε.

Ωδή ζ`. Οι εκ της Ιουδαίας.
Βοηθούσα μη παύση, τοις εν πόνοις τελούσι και περιστάσεσι, και
ρώσιν και υγείαν, και άφεσιν πταισμάτων, τη πρεσβεία σου νέμουσα,
Βαρβάρα νύμφη Χριστού, τοις σε υμνολογούσι.

Ηδοθείσά σοι χάρις, υπέρ ήλιον πάσι της προστασίας σου, απλούσα
τας ακτίνας, παθών την σκοτομήνην, και δεινών την επίλυσιν,
διασκεδάζει αεί, Βαρβάρα καλλιμάρτυς.

Νεκρωθείς τη κακία, αρρωστήμασι πλείστοις νυν κατατρύχομαι, αλλ` ω
Μεγαλομάρτυς,επίφανον υψόθεν, την θερμήν σου αντίληψιν, και των
πολλών μου κακών, ρυσθήσομαι εν τάχει.

Μολυσμών ακαθάρτων, και παθών ανιάτων, ημάς απάλλαξον, χαράν
και ευφροσύνην, και πάσαν αφθονίαν, των καλών πρυτανεύουσα,
Βαρβάρα νύμφη Χριστού, τοις σε ανευφημούσι.

Θεοτοκίον
Ομβροφόρε νεφέλη, τον σωτήριον όμβρον σύ υετίσασα, κατάρδευσον
τον νούν μου, αϋλοτάτοις ρείθροις μητρικής σου χρηστότητος,
ευλογημένη Αγνή, ίνα σε μεγαλύνω.

Ωδή Η`. Τον Βασιλέα.
Ύδασι θείοις , της σής λαμπράς προμηθείας, των παθών ημών
κατάσβεσον την φλόγα, ίνα σε τιμώμεν Βαρβάρα Αθληφόρε.

Γενού μοι Μάρτυς, καταφυγή εν ανάγκαις, αντίληψις εν λυπηροίς του
βίου, και εν τοις κινδύνοις, προπύργιον Βαρβάρα.

Έχουσα Μάρτυς, πλουσίαν χάριν Θεόθεν, ενεργείς αεί εν θαύμασιν
ιάσεις, και δεινών εξαίρεις ημάς τους σούς οικέτας.

Ρείθροις αϋλοις, των δωρημάτων σου Μάρτυς, εναπόπλυνον τα έλκη
της ψυχής μου, και υγείαν δός μοι τω πάσχοντι αθλίως.

Θεοτοκίον
Αγνή Παρθένε, καθάγνισον την ψυχήν μου, και καταύγασον τον νουν
μου τη σή δόξη, ως αν εκτινάξω τον κάρον της απάτης.

Ωδή Θ`. Κυρίως Θεοτόκον.
Σωμάτων ασθενείας, και τας καχεξίας, τας ανιάτους ιάσαι εκάστοτε,
των προσιόντων Βαρβάρα τη προστασία σου.

Ισχύν την του Βελίαρ, θραύσον Αθληφόρε, την καθ` ημών κινουμένην
και αίτησαι, την των πταισμάτων Βαρβάρα ημίν συγχώρησιν.

Μεγίστη σου η χάρις, πάντας γαρ προφθάνεις, τους προσφωνούντας
την κλησίν σου ένδοξε, και βοηθείας ορέγεις χείρα τοις πάσχουσι.

Οδόν με προς ευθείαν, έλκυσον Βαρβάρα, εκ των βαράθρων της
πλάνης και σύντριψον, την κατ` εμού του δολίου μανίαν δέομαι.

Θεοτοκίον.
Υψίστου Θείε Θρόνε, Κεχαριτωμένη, από κοπρίας παθών με
ανύψωσον, προς αρετών αναβάσεις τη σή χρηστότητι.

Άξιόν έστιν ως αληθώς, μακαρίζειν σε την Θεοτόκον, την
Αειμακάριστον και Παναμώμητον, και Μητέρα του Θεού ημών. Την
Τιμιωτέραν των Χερουβείμ, και Ενδοξοτέραν ασυγκρίτως των Σεραφείμ,
την αδιαφθόρως Θεόν Λόγον τεκούσαν, την όντως Θεοτόκον σε
μεγαλύνομεν.

Ο Ιερεύς θυμιά το Άγιον Θυσιαστήριον, τας Αγίας Εικόνας, και τον λαόν, ή τον οίκον
όπου ψάλλεται η παράκλησις και ημείς ψάλλομεν τα παρόντα μεγαλυνάρια.

Χαίροις Αθληφόρε πανευκλεής, παρθένων η δόξα και Μαρτύρων η
καλλονή. Χαίροις ιαμάτων, η πολυχεύμων κρήνη, Βαρβάρα του Σωτήρος
νύμφη περίδοξε.

Άνθος πανευώδες και ευθαλές, εκ ρίζης φυείσα ακανθώδους της εν
Χριστώ, οσμής διαπνέεις, την ευωδίαν κόσμω, αθλήσεως αγώσιν ω
καλλιπάρθενε.

Του πατρός λυπούσα το ασεβές, νύμφη ανεδείχθης του Σωτήρος
περικαλλής, και αυτή ως προίκα πολύολβον προσάγεις, αθλήσεως τους
πόνους Βαρβάρα ένδοξε.

Ώραν παριδούσα νεανικήν, και πλούτον και δόξαν καταλείψασα ως
φθαρτά, τον Χριστόν εξ όλης ηγάπησας καρδίας, και τούτω
προσηνέχθης στερροίς παλαίσμασι.

Πάθη θεραπεύουσα χαλεπά, εξαίρετον χάριν, εκομίσω παρά Χριστού,
τας λοιμώδεις νόσους, ελαύνειν ανενδότως, εξ ων ημάς της λώβης
Βαρβάρα φύλαττε.

Πας τις ο προστρέχων τω σώ Ναώ, κομίζεται τάχος τα αιτήματα
συμπαθώς. Όθεν ημών δέχου Βαρβάρα τας δεήσεις, και πλήρου τας
αιτήσεις εκδυσωπούμέν σε.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου, Αποστόλων η
δωδεκάς, οι άγιοι πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το
σωθήναι ημάς.

Το τρισάγιον.


ΑΠΟΛΥΤΙΚΙΟΝ.  Ήχος β`.
Βαρβάραν την αγίαν τιμήσωμεν, εχθρού γαρ τας παγίδας συνέτριψε, και
ως στρουθίον ερρύσθη εξ αυτών, βοηθεία και όπλω του Σταυρού η
πάνσεμνος.

Είτα εκτενής και απόλυσις, μεθ` ην το εξής
Μάρτυς Αθληφόρε του Χριστού, ένδοξε Βαρβάρα Θεόφρον,
αξιοθαύμαστε, πάσης περιστάσεως, δεινής απάλλαξον, και κινδύνων και
θλίψεων, των επερχομένων, τους την σήν αντίληψιν, επιζητούντας
θερμώς. Σύ γαρ βοηθός εν ανάγκαις, και προς τον Χριστόν μεσιτεία,
πέλεις των πιστώς ανευφημούντων σε.

Δίστιχον.
Βαρβάρα, Γεράσιμον τον σε υμνούντα
Πάσης οδύνης εκλύτρωσαι εν τάχει.