Πέμπτη 8 Μαρτίου 2012

ΜΕΓΑΛΟΥ ΒΑΣΙΛΕΙΟΥ OMIΛIA ΙΘ´. Εἰς τοὺς Ἁγίους Τεσσαράκοντα Μάρτυρας Ἡ μνήμη τῶν ὁποίων τιμᾶται στὶς 9 Μαρτίου




Μαρτύρων μνήμης τίς ἂν γένοιτο κόρος τῷ φιλομάρτυρι; διότι ἡ πρὸς τοὺς ἀγαθοὺς τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν κοινὸν Δεσπότην εὐνοίας. Δῆλον γὰρ, ὅτι ὁ τοὺς γενναίους ἄνδρας ἀποδεχόμενος ἐν τοῖς ὁμοίοις καιροῖς οὐκ ἀπολειφθήσεται τῆς μιμήσεως. Μακάρισον γνησίως τὸν μαρτυρήσαντα, ἵνα γένῃ μάρτυς τῇ προαιρέσει, καὶ ἐκβῇς χωρὶς διωγμοῦ, χωρὶς πυρὸς, χωρὶς μαστίγων, τῶν αὐτῶν ἐκείνοις μισθῶν ἠξιωμένος. Ἡμῖν δὲ οὐχ ἕνα πρόκειται θαυμάζειν, οὐδὲ δύο μόνους, οὐδὲ μέχρι δεκάδος ὁ ἀριθμὸς πρόεισι τῶν μακαριζομένων· ἀλλὰ τεσσαράκοντα ἄνδρες, ὡς μίαν ψυχὴν ἐν διῃρημένοις σώμασιν ἔχοντες, ἐν μιᾷ συμπνοίᾳ καὶ ὁμονοίᾳ τῆς πίστεως, μίαν καὶ τὴν πρὸς τὰ δεινὰ καρτερίαν, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας ἔνστασιν ἐπεδείξαντο. Πάντες παραπλήσιοι ἀλλήλοις, ἴσοι τὴν γνώμην, ἴσοι τὴν ἄθλησιν. Διὸ καὶ ὁμοτίμων τῶν στεφάνων τῆς δόξης κατηξιώθησαν. Τίς ἂν οὖν ἐφίκοιτο λόγος τῆς τούτων ἀξίας; Οὐδὲ τεσσαράκοντα γλῶσσαι ἐξήρκεσαν ἂν τοσούτων ἀνδρῶν ἀρετὴν ἀνυμνῆσαι. Καίτοι, εἰ καὶ εἷς ἦν ὁ θαυμαζόμενος, τήν γε τῶν ἡμετέρων λόγων δύναμιν ἐξήρκει καταπαλαῖσαι, μὴ ὅτι πλῆθος τοσοῦτον, φάλαγξ στρατιωτική, σύστημα δυσκαταγώνιστον, ὁμοίως ἔν τε πολέμοις ἀήττητον καὶ ἐν ἐπαίνοις ἀπρόσιτον.
Δεῦρο δὴ οὖν, εἰς μέσον αὐτοὺς ἀγαγόντες διὰ τῆς ὑπομνήσεως, κοινὴν τὴν ἀπ᾿ αὐτῶν ὠφέλειαν τοῖς παροῦσι καταστησώμεθα προδείξαντες πᾶσιν, ὥσπερ ἐν γραφῇ, τὰς τῶν ἀνδρῶν ἀριστείας. Ἐπεὶ καὶ πολέμων ἀνδραγαθήματα καὶ λογογράφοι πολλάκις, καὶ ζωγράφοι διασημαίνουσιν, οἱ μὲν τῷ λόγῳ διακοσμοῦντες, οἱ δὲ τοῖς πίναξιν ἐγχαράττοντες, καὶ πολλοὺς ἐπήγειραν πρὸς ἀνδρίαν ἑκάτεροι. Ἃ γὰρ ὁ λόγος τῆς ἱστορίας διὰ τῆς ἀκοῆς παρίστησι, ταῦτα γραφικὴ σιωπῶσα διὰ μιμήσεως δείκνυσιν. Οὕτω δὴ καὶ ἡμεῖς ἀναμνήσωμεν τῆς ἀρετῆς τῶν ἀνδρῶν τοὺς παρόντας, καὶ οἱονεὶ ὑπ᾿ ὄψιν αὐτῶν ἀγαγόντες τὰς πράξεις, κινήσωμεν πρὸς τὴν μίμησιν τοὺς γενναιοτέρους καὶ οἰκειοτέρους αὐτοῖς τὴν προαίρεσιν. Τοῦτο γάρ ἐστι μαρτύρων ἐγκώμιον, ἡ πρὸς ἀρετὴν παράκλησις τῶν συνειλεγμένων. Οὐδὲ γὰρ καταδέχονται νόμοις ἐγκωμίων δουλεύειν οἱ περὶ τῶν ἁγίων λόγοι. Διότι οἱ εὐφημοῦντες ἐκ τῶν τοῦ κόσμου ἀφορμῶν τὰς ἀρχὰς τῶν εὐφημιῶν λαμβάνουσιν· οἷς δὲ ὁ κόσμος ἐσταύρωται, πῶς δύναταί τι τῶν ἐν αὐτῷ ἀφορμὴν παρέχειν εἰς περιφάνειαν; Οὐκ ἦν μία πατρὶς τοῖς ἁγίοις· ἄλλος γὰρ ἀλλαχόθεν ὥρμητο. Τί οὖν; ἀπόλιδας αὐτοὺς εἴπωμεν, ἢ τῆς οἰκουμένης πολίτας, Ὥσπερ γὰρ ἐν ταῖς τῶν ἐράνων συνεισφοραῖς τὰ παρ᾿ ἑκάστου καταβληθέντα κοινὰ τῶν εἰσενεγκάντων γίνεται· οὕτω καὶ ἐπὶ τῶν μακαρίων τούτων ἡ ἑκάστου πατρὶς κοινὴ πάντων ἐστί· καὶ πάντες εἰσὶ πανταχόθεν ἀντιδιδόντες ἀλλήλοις τὰς ἐνεγκούσας. Μᾶλλον δὲ τί δεῖ τὰς χαμαὶ κειμένας περιζητεῖν, ἐξὸν τὴν νῦν αὐτῶν πόλιν, ἥτις ἐστὶν, ἐννοεῖν Πόλις τοίνυν μαρτύρων ἡ πόλις ἐστὶ τοῦ Θεοῦ· ᾗ. τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς, ἡ ἄνω Ἱερουσαλὴμ ἡ ἐλευθέρα, ἡ μήτηρ Παύλου, καὶ τῶν ἐκείνῳ παραπλησίων. Γένος δὲ τὸ μὲν ἀνθρώπινον ἄλλο ἄλλου· τὸ δὲ πνευματικὸν ἓν ἁπάντων. Κοινὸς γὰρ αὐτῶν πατὴρ ὁ Θεὸς, καὶ ἀδελφοὶ πάντες, οὐκ ἀπὸ ἑνὸς καὶ μιᾶς γεννηθέντες, ἀλλ᾿ ἐκ τῆς υἱοθεσίας τοῦ Πνεύματος εἰς τὴν διὰ τῆς ἀγάπης ὁμόνοιαν ἀλλήλοις συναρμοσθέντες. Χορὸς ἕτοιμος, προσθήκη μεγάλη τῶν ἀπ᾿ αἰῶνος δοξαζόντων τὸν Κύριον, οὐ καθ᾿ ἕνα συναθροισθέντες, ἀλλ᾿ ἀθρόως μετατεθέντες. Τίς δὲ ὁ τρόπος τῆς μεταθέσεως; Οὗτοι, μεγέθει σώματος, καὶ ἡλικίας ἀκμῇ, καὶ δυνάμει τῶν καθ᾿ ἑαυτοὺς ἁπάντων διενεγκόντες, εἰς τοὺς στρατιωτικοὺς τελεῖν ἐτάχθησαν καταλόγους· καὶ δι᾿ ἐμπειρίαν πολεμικὴν, καὶ ἀνδρείαν ψυχῆς, ἤδη τὰς πρώτας εἶχον παρὰ βασιλέων τιμὰς, ὀνομαστοὶ παρὰ πᾶσιν ὄντες δι᾿ ἀρετήν.
Ἐπειδὴ δὲ περιηγγέλη τὸ ἄθεον ἐκεῖνο καὶ ἀσεβὲς κήρυγμα, μὴ ὁμολογεῖν τὸν Χριστὸν, ἢ κινδύνους ἐκδέχεσθαι· ἠπειλεῖτο δὲ πᾶν εἶδος κολάσεως, καὶ πολὺς ὁ θυμὸς καὶ θηριώδης παρὰ τῶν κριτῶν τῆς ἀδικίας κατὰ τῶν εὐσεβούντων κεκίνητο· ἐπιβουλαὶ δὲ καὶ δόλοι κατ᾿ αὐτῶν συνεῤῥάπτοντο, καὶ ποικίλα εἴδη βασάνων ἐπετηδεύετο, καὶ οἱ αἰκιζόμενοι ἀπαραίτητοι, τὸ πῦρ ἕτοιμον, τὸ ξίφος ἠκόνητο, ὁ σταυρὸς ἐπεπήγει· ὁ βόθρος, ὁ τροχὸς, αἱ μάστιγες· οἱ μὲν ἔφευγον, οἱ δὲ ὑπέκυπτον, οἱ δὲ ἐσαλεύοντο· τινὲς δὲ πρὸ τῆς πείρας μόνην τὴν ἀπειλὴν κατεπλάγησαν· ἕτεροι δὲ, ἐγγὺς γενόμενοι τῶν δεινῶν, ἰλιγγίασαν· ἄλλοι δὲ, τοῖς ἀγῶσιν ἐμβάντες, εἶτα διαρκέσαι πρὸς τὸ πέρας τῶν πόνων ἀδυνατήσαντες, περὶ τὰ μέσα που τῆς ἀθλήσεως ἀπειπόντες, ὥσπερ οἱ ἐν πελάγει χειμαζόμενοι, καὶ ἃ εἶχον ἤδη ἀγώγιμα τῆς ὑπομονῆς ἐναυάγησαν· τότε δὴ οὗτοι, οἱ ἀήττητοι καὶ γενναῖοι τοῦ Χριστοῦ στρατιῶται, παρελθόντες εἰς μέσους, ἐπιδεικνύντος τοῦ ἄρχοντος τὰ βασιλέως γράμματα καὶ τὴν ὑπακοὴν ἀπαιτοῦντος, ἐλευθέρᾳ τῇ φωνῇ, εὐθαρσῶς καὶ ἀνδρείως, οὐδὲν ὑποπτήξαντες τῶν ὁρωμένων, οὐδὲ καταπλαγέντες τὰ ἀπειλούμενα, Χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν. Ὦ μακάριαι γλῶσσαι, ὅσαι τὴν ἱερὰν ἐκείνην ἀφῆκαν φωνὴν, ἣν ἀὴρ μὲν δεξάμενος ἡγιάσθη, ἄγγελοι δὲ ἀκούσαντες ἐπεκρότησαν· διάβολος δὲ μετὰ δαιμόνων ἐτραυματίσθη· Κύριος δὲ ἐν οὐρανοῖς ἀπεγράψατο.
Εἶπον τοίνυν ἕκαστος εἰς τὸ μέσον παριών· Χριστιανός εἰμι. Καὶ ὥσπερ ἐν τοῖς σταδίοις οἱ ἐπ᾿ ἄθλησιν παροδεύοντες ὁμοῦ τε λέγουσιν ἑαυτῶν τὰ ὀνόματα, καὶ ἐπὶ τὸν τόπον τῆς ἀγωνίας μεθίστανται· οὕτω δὴ καὶ οὗτοι τότε, ῥίψαντες τὰς ἀπὸ γενέσεως αὐτοῖς ἐπιφημισθείσας προσηγορίας, ἀπὸ τοῦ κοινοῦ Σωτῆρος ἕκαστος ἑαυτὸν ἀνηγόρευον. Καὶ τοῦτο ἐποίουν ἅπαντες, τῷ προλαβόντι ἑαυτὸν συνάπτων ὁ ἐφεξῆς. Ὥστε ἐγένετο πάντων προσηγορία μία· οὐκέτι γὰρ ὁ δεῖνα, ἢ ὁ δεῖνα, ἀλλὰ Χριστιανοὶ πάντες ἀνεκηρύττοντο. Τί οὖν ὁ κρατῶν τότε; Δεινὸς γὰρ ἦν καὶ ποικίλος, τὰ μὲν θωπείαις ὑπελθεῖν, τὰ δὲ ἀπειλαῖς παρατρέψαι. Πρῶτον μὲν αὐτοὺς κατεγοήτευε ταῖς θωπείαις, τὸν τόνον τῆς εὐσεβείας παραλύειν πειρώμενος. Μὴ προδῶτε ὑμῶν τὴν νεότητα· μηδὲ θάνατον ἄωρον τῆς ἡδείας ταύτης ζωῆς διαμείψητε. Ἄτοπον γὰρ τοὺς ἐν τοῖς πολέμοις ἀριστεύειν συνειθισμένους τὸν τῶν κακούργων θάνατον ἀποθνήσκειν. Πρὸς τούτοις χρήματα ὑπισχνεῖτο. Τὰ δὲ ἐδίδου, τιμὰς ἐκ βασιλέως, καὶ ἀξιωμάτων διανομὰς, καὶ μυρίαις αὐτοὺς ἐπινοίαις κατεστρατήγει, Ὡς δὲ οὐκ ἐνεδίδοσαν πρὸς τὴν πεῖραν ταύτην, ἐπὶ τὸ ἕτερον εἶδος τῆς μηχανῆς μετῄει. Πληγὰς αὐτοῖς, καὶ θανάτους, καὶ κολάσεων ἀνηκέστων πεῖραν ἐπανετείνετο. Καὶ ὁ μὲν τοιαῦτα, τὰ δὲ τῶν μαρτύρων ὁποῖα; Τί, φησὶ, δελεάζεις ἡμᾶς, ὦ θεομάχε, ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος, καὶ δουλεύειν δαίμοσιν ὀλεθρίοις, προτεινόμενος ἡμῖν τὰ σὰ ἀγαθά; Τί τοσοῦτον δίδως, ὅσον ἀφελέσθαι σπουδάζεις; Μισῶ δωρεὰν ζημίας πρόξενον· οὐ δέχομαι τιμὴν ἀτιμίας μητέρα. Χρήματα δίδως τὰ ἀπομένοντα, δόξαν τὴν ἀπανθοῦσαν. Γνώριμον ποιεῖς βασιλεῖ, ἀλλὰ τοῦ ὄντος βασιλέως ἀλλοτριοῖς. Τί μικρολόγως ὀλίγα τῶν ἐκ τοῦ κόσμου προτείνεις; Ὅλος ἡμῖν ὁ κόσμος καταπεφρόνηται. Οὐκ ἔστιν ἡμῖν τῆς ἐπιθυμουμένης ἐλπίδος ἀντάξια τὰ ὁρώμενα. Ὁρᾷς τὸν οὐρανὸν τοῦτον, ὡς καλὸς ἰδεῖν, ὡς δὲ μέγας; καὶ τὴν γῆν, ἡλίκη; καὶ τὰ ἐν αὐτῇ θαύματα; Οὐδὲν τούτων ἐξισοῦται τῇ μακαριότητι τῶν δικαίων. Ταῦτα μὲν γὰρ παρέρχεται· τὰ δὲ ἡμέτερα μένει. Μιᾶς ἐπιθυμῶ δωρεᾶς, τοῦ στεφάνου τῆς δικαιοσύνης· περὶ μίαν δόξαν ἐπτόημαι, τὴν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Φιλότιμός εἰμι πρὸς τὴν ἄνω τιμήν· κόλασιν δέδοικα τὴν ἐν τῇ γεέννῃ. Πῦρ ἐκεῖνό μοι φοβερόν· τὸ δὲ παρ᾿ ὑμῶν ἀπειλούμενον ὁμόδουλόν ἐστιν. Οἶδεν αἰδεῖσθαι τοὺς εἰδώλων καταφρονοῦντας. Βέλη νηπίων λογίζομαι τὰς πληγὰς ὑμῶν. Σῶμα γὰρ τύπτεις· ὅπερ, ἐὰν μὲν ἐπὶ πλεῖον ἀντίσχῃ, λαμπρότερον στεφανοῦται, ἐὰν δὲ θᾶττον ἀπαγορεύση, οἴχεται ἀπαλλαγὲν δικαστῶν οὕτω βιαίων, οἳ, σωμάτων ὑπηρεσίαν παραλαβόντες, ἔτι καὶ τῶν ψυχῶν κατάρχειν φιλονεικεῖτε· οἵ γε, εἰ μὴ καὶ τοῦ Θεοῦ ἡμῶν προτιμηθείητε, ὡς τὰ ἔσχατα ὑβρισμένοι παρ᾿ ἡμῶν, χαλεπαίνετε, καὶ τὰς φοβερὰς ταύτας κολάσεις ἐπανατείνεσθε, ἔγκλημα ἡμῖν ἐπάγοντες τὴν εὐσέβειαν. Ἀλλὰ γὰρ οὐ δειλοῖς, οὐδὲ φιλοζώοις, οὐδ᾿ εὐκαταπλήκτοις ἐντεύξεσθε, ὑπὲρ τῆς εἰς Θεὸν ἀγάπης. Οἵδε ἡμεῖς καὶ τροχίζεσθαι, καὶ στρεβλοῦσθαι, καὶ καταπίμπρασθαι, καὶ πᾶν εἶδος βασανιστηρίων ἕτοιμοι καταδέχεσθαι.
Ἐπεὶ δὲ τούτων ἤκουσεν ὁ ἀλαζὼν ἐκεῖνος καὶ βάρβαρος, οὐκ ἐνεγκὼν τῶν ἀνδρῶν τὴν παῤῥησίαν, ὑπερζέσας τῷ θυμῷ, ἐσκόπει τίνα ἂν ἐξεύροι μηχανὴν, ὥστε μακρόν τε αὐτοῖς καὶ πικρὸν ὁμοῦ κατασκευάσαι τὸν θάνατον. Εὗρε δὴ οὖν ἐπίνοιαν, καὶ σκοπεῖτε ὡς χαλεπήν. Περισκεψάμενος γὰρ τὴν φύσιν τῆς χώρας, ὅτι κρυμώδης, καὶ τὴν ὥραν τοῦ ἔτους, ὅτι χειμέριος, νύκτα ἐπιτηρήσας ἐν ᾗ μάλιστα τὸ δεινὸν ἐπιτείνεται, ἄλλως δὲ καὶ τότε βορέου αὐτὴν ἐπιπνέοντος, ἐκέλευσε πάντας γυμνωθέντας ὑπὸ τὸ αἴθριον ἐν μέσῃ τῇ πόλει πηγνυμένους ἀποθανεῖν. Πάντως δὲ ἴστε, οἱ πεπειραμένοι χειμῶνος, ὡς ἀφόρητόν ἐστι τῆς βασάνου τὸ εἶδος. Οὐδὲ γὰρ δυνατὸν ἄλλοις ἐνδείξασθαι ἢ τοῖς προαποκείμενα ἔχουσιν ἐκ τῆς πείρας αὐτῆς τῶν λεγομένων τὰ ὑποδείγματα. Σῶμα γὰρ κρύει παραπεσὸν πρῶτον μὲν ὅλον ἐστὶ πελιδνὸν, πηγνυμένου τοῦ αἵματος· ἔπειτα κλονεῖται καὶ ἀναβράσσεται, ὀδόντων ἀρασσομένων, σπωμένων δὲ τῶν ἰνῶν, καὶ παντὸς τοῦ ὄγκου ἀπροαιρέτως συνελκομένου. Ὀδύνη δέ τις δριμεῖα, καὶ πόνος ἄῤῥητος αὐτῶν καθικνούμενος τῶν μυελῶν, δυσφορωτάτην ποιεῖται τοῖς πηγνυμένοις τὴν αἴσθησιν. Ἔπειτα ἀκρωτηριάζεται, ὥσπερ ἀπὸ πυρὸς, καιομένων τῶν ἄκρων. Ἀποδιωκόμενον γὰρ τὸ θερμὸν ἀπὸ τῶν περάτων τοῦ σώματος, καὶ συμφεῦγον ἐπὶ τὸ βάθος, τὰ μὲν, ὅθεν ἀπέστη, νεκρὰ καταλείπει, τὰ δὲ, ἐφ᾿ ἃ συνωθεῖται, ὀδύναις δίδωσι, κατὰ μικρὸν τοῦ θανάτου διὰ τῆς πήξεως προσιόντος. Τότε τοίνυν αἴθριοι διανυκτερεύειν κατεδικάσθησαν, ὅτε λίμνη μὲν, περὶ ἣν ἡ πόλις κατῴκισται, ἐν ᾗ ταῦτα διήθλουν οἱ ἅγιοι, οἷόν τι πεδίον ἱππήλατον ἦν, μεταποιήσαντος αὐτὴν τοῦ κρυστάλλου· καὶ ἠπειρωθεῖσα τῷ κρύει, ἀσφαλῶς ὑπὲρ νῶτον πεζεύειν παρείχετο τοῖς περιοίκοις· ποταμοὶ δὲ ἀένναα ῥέοντες, τῷ κρυστάλλῳ δεθέντες, τῶν ῥείθρων ἔστησαν· ἥ τε ἁπαλὴ τοῦ ὕδατος φύσις πρὸς τὴν τῶν λίθων ἀντιτυπίαν μετεποιήθη· βορέου δὲ δριμεῖαι πνοαὶ τὸ ἔμψυχον ἅπαν ἐπὶ τὸν θάνατον ἤπειγον.
Τότε τοίνυν ἀκούσαντες τοῦ προστάγματος (καὶ σκόπει μοι ἐνταῦθα τῶν ἀνδρῶν τὸ ἀήττητον), μετὰ χαρᾶς ἀποῤῥίψαντες ἕκαστος καὶ τὸν τελευταῖον χιτῶνα, πρὸς τὸν διὰ τοῦ κρύους ἐχώρουν θάνατον, ὥσπερ ἐν σκύλων διαρπαγῇ ἀλλήλοις ἐγκελευόμενοι. Μὴ γὰρ ἱμάτιον, φησὶν, ἀποδυόμεθα, ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Εὐχαριστοῦμέν σοι, Κύριε, τῷ ἱματίῳ τούτῳ τὴν ἁμαρτίαν συναποβάλλοντες. Ἐπειδὴ διὰ τὸν ὄφιν ἐνεδυσάμεθα, διὰ τὸν Χριστὸν ἐκδυσώμεθα. Μὴ ἀντισχώμεθα ἱματίων διὰ τὸν παράδεισον ὃν ἀπωλέσαμεν. Τί ἀνταποδῶμεν τῷ Κυρίῳ; Ἐξεδύθη ἡμῶν καὶ ὁ Κύριος. Τί μέγα δούλῳ τὰ τοῦ Δεσπότου παθεῖν; Μᾶλλον δὲ καὶ αὐτὸν τὸν Κύριον ἡμεῖς ἐσμεν οἱ ἐκδύσαντες. Στρατιωτῶν γὰρ ἐκεῖνο τὸ τόλμημα, ἐκεῖνοι ἐξέδυσαν καὶ διεμερίσαντο τὰ ἱμάτια. Ἀνάγραπτον οὖν ἡμῶν κατηγορίαν δι᾿ ἑαυτῶν ἀπαλείψωμεν. Δριμὺς ὁ χειμὼν, ἀλλὰ γλυκὺς ὁ παράδεισος· ἀλγεινὴ ἡ πῆξις, ἀλλ᾿ ἡδεῖα ἡ ἀνάπαυσις. Μικρὸν ἀναμείνωμεν, καὶ ὁ κόλπος ἡμᾶς θάλψει τοῦ πατριάρχου. Μιᾶς νυκτὸς ὅλον αἰῶνα ἀνταλλαξώμεθα. Καυθήτω ὁ ποῦς, ἵνα διηνεκῶς μετ᾿ ἀγγέλων χορεύῃ· ἀποῤῥυήτω ἡ χεὶρ, ἵνα ἔχῃ παῤῥησίαν πρὸς τὸν Δεσπότην ἐπαίρεσθαι. Πόσοι τῶν στρατιωτῶν τῶν ἡμετέρων ἐπὶ παρατάξεως ἔπεσον, βασιλεῖ φθαρτῷ τὴν πίστιν φυλάττοντες; ἡμεῖς δὲ ὑπὲρ τῆς εἰς τὸν ἀληθινὸν βασιλέα πίστεως τὴν ζωὴν ταύτην οὐ προησόμεθα; Πόσοι τὸν τῶν κακούργων ὑπέστησαν θάνατον, ἁλόντες ἐπ᾿ ἀδικήμασιν; ἡμεῖς δὲ ὑπὲρ δικαιοσύνης τὸν θάνατον οὐχ ὑποίσομεν; Μὴ ἐκκλίνωμεν, ὦ συστρατιῶται, μὴ δῶμεν νῶτα τῷ διαβόλῳ. Σάρκες εἰσὶ, μὴ φεισώμεθα· ἐπειδὴ δεῖ πάντως ἀποθανεῖν, ἀποθάνωμεν ἵνα ζήσωμεν. Γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου, Κύριε· καὶ προσδεχθείημεν, ὡς θυσία ζῶσα, εὐάρεστός σοι, τῷ κρύει τούτῳ ὁλοκαυτούμενοι, καλὴ ἡ προσφορὰ, καινὸν τὸ ὁλοκαύτωμα, οὐ διὰ πυρὸς, ἀλλὰ διὰ κρύους ὁλοκαρπούμενον. Τούτους τοὺς παρακλητικοὺς ἐνδιδόντες ἀλλήλοις, καὶ ἄλλος ἄλλῳ ἐγκελευόμενοι, ὥσπερ τινὰ προφυλακὴν ἐν πολέμῳ πληροῦντες, τὴν νύκτα παρέπεμπον, φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, καταγελῶντες τοῦ ἀντιπάλου. Μία δὲ ἦν πάντων εὐχή. Τεσσαράκοντα εἰσήλθομεν εἰς τὸ στάδιον, οἱ τεσσαράκοντα στεφανωθείημεν, Δέσποτα. Μὴ λείψῃ τῷ ἀριθμῷ μηδὲ εἷς. Τίμιός ἐστιν, ὃν ἐτίμησας τῇ νηστείᾳ τῶν τεσσαράκοντα ἡμερῶν, δι᾿ οὗ νομοθεσία εἰσῆλθεν εἰς τὸν κόσμον. Τεσσαράκοντα ἡμέραις ἐν νηστείᾳ Ἠλίας ἐκζητήσας τὸν Κύριον, τῆς θέας ἔτυχεν. Καὶ ἡ μὲν ἐκείνων εὐχὴ τοιαύτη· εἷς δὲ τοῦ ἀριθμοῦ, ὀκλάσας πρὸς τὰ δεινὰ, λειποτακτήσας ᾤχετο, πένθος ἀμύθητον τοῖς ἁγίοις καταλιπών. Ἀλλ᾿ οὐ γὰρ ἀφῆκεν αὐτῶν ἀτελεῖς γενέσθαι τὰς δεήσεις ὁ Κύριος. Ὁ γὰρ τὴν φυλακὴν τῶν μαρτύρων πεπιστευμένος, ἐγγύθεν ἀπό τινος γυμνασίου διαθαλπόμενος, ἀπεσκόπει τὸ μέλλον, ἕτοιμος προσδέχεσθαι τῶν στρατιωτῶν τοὺς προσφεύγοντας. Καὶ γὰρ αὖ καὶ τοῦτο, ἐγγύθεν εἶναι λουτρὸν, ἐπενοήθη, ὀξεῖαν τὴν βοήθειαν τοῖς μεταβαλλομένοις ἐπαγγελλόμενον. Ὅπερ μέντοι τοῖς ἐναντίοις κακούργως ἐπενοήθη, τοιοῦτον ἐξευρεῖν τῆς ἀθλήσεως τόπον, ἐν ᾧ τὸ ἕτοιμον τῆς παραμυθίας ἐκλύειν ἔμελλε τῶν ἀγωνιζομένων τὴν ἔνστασιν· τοῦτο λαμπροτέραν ἐδείκνυε τὴν ὑπομονὴν τῶν μαρτύρων. Οὐ γὰρ ὁ ἀπορῶν τῶν ἀναγκαίων καρτερικὸς, ἀλλ᾿ ὁ ἐν ἀφθονίᾳ τῆς ἀπολαύσεως ἐγκαρτερῶν τοῖς δεινοῖς.
Ὡς δὲ οἱ μὲν ἠγωνίζοντο, ὁ δὲ ἐπετήρει τὸ ἐκβησόμενον, εἶδε θέαμα ξένον, δυνάμεις τινὰς ἐξ οὐρανῶν κατιούσας, καὶ οἷον παρὰ βασιλέως δωρεὰς μεγάλας διανεμούσας τοῖς στρατιώταις· αἳ τοῖς μὲν ἄλλοις πᾶσι διῄρουν τὰ δῶρα, ἕνα δὲ μόνον ἀφῆκαν ἀγέραστον, ἀνάξιον κρίνασαι τῶν οὐρανίων τιμῶν· ὃς εὐθὺς, πρὸς τοὺς πόνους ἀπαγορεύσας, πρὸς τοὺς ἐναντίους ἀπηυτομόλησεν. Ἐλεεινὸν θέαμα τοῖς δικαίοις ὁ στρατιώτης φυγὰς, ὁ ἀριστεὺς αἰχμάλωτος, τὸ Χριστοῦ πρόβατον θηριάλωτον· καὶ τό γε ἐλεεινότερον, ὅτι καὶ τῆς αἰωνίου ζωῆς διήμαρτε, καὶ οὐδὲ ταύτης ἀπήλαυσεν, εὐθὺς αὐτῷ τῆς σαρκὸς ἐν τῇ προσβολῇ τῆς θέρμης διαλυθείσης. Καὶ ὁ μὲν φιλόζωος ἔπεσεν ἀνομήσας διακενῆς· ὁ δὲ δήμιος, ὡς εἶδεν αὐτὸν ἐκκλίναντα, καὶ πρὸς τὸ βαλανεῖον ἀποδραμόντα, ἑαυτὸν εἰς τὴν τοῦ λειποτακτήσαντος χώραν ἀντικατέστησε, καὶ ῥίψας τὰ περιβόλαια, τοῖς γυμνοῖς ἑαυτὸν ἐγκατέμιξε, κράζων τὴν αὐτὴν βοὴν τοῖς ἁγίοις· Χριστιανός εἰμι. Καὶ τῷ ἀθρόῳ τῆς μεταβολῆς ἐκπλήξας τοὺς συμπαρόντας, τόν τε ἀριθμὸν ἀνεπλήρωσε, καὶ τὴν ἐπὶ τῷ καταμαλακισθέντι λύπην τῇ παρ᾿ ἑαυτοῦ προσθήκῃ παρεμυθήσατο, μιμησάμενος τοὺς ἐπὶ παρατάξεως, οἳ, τοῦ κατὰ τὴν πρώτην ἀσπίδα πεσόντος, εὐθὺς ἀναπληροῦσι τὴν φάλαγγα, ὡς μὴ τὸν συνασπισμὸν αὐτοῖς διακοπῆναι τῷ λείποντι. Τοιοῦτον δή τι καὶ αὐτὸς ἐποίησεν. Εἶδε τὰ οὐράνια θαύματα, ἐπέγνω τὴν ἀλήθειαν, προσέφυγε τῷ Δεσπότῃ, συνηριθμήθη τοῖς μάρτυσι. Τὰ τῶν μαθητῶν ἀνενεώσατο. Ἀπῆλθεν Ἰούδας, καὶ ἀντεισήχθη Ματθίας. Μιμητὴς ἐγένετο Παύλου, ὁ χθὲς διώκτης, σήμερον εὐαγγελιζόμενος. Ἄνωθεν ἔσχε καὶ αὐτὸς τὴν κλῆσιν, Οὐκ ἀπ᾿ ἀνθρώπων, οὐδὲ δι᾿ ἀνθρώπου. Ἐπίστευσεν εἰς τὸ ὄνομα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐβαπτίσθη εἰς αὐτὸν, οὐχ ὑπὸ ἄλλου, ἀλλ᾿ ὑπὸ τῆς οἰκείας πίστεως· οὐκ ἐν ὕδατι, ἀλλ᾿ ἐν τῷ ἰδίῳ αἵματι.
Καὶ οὕτως, ἡμέρας ἀρχομένης, ἔτι ἐμπνέοντες τῷ πυρὶ παρεδόθησαν, καὶ τὰ τοῦ πυρὸς λείψανα ἐπὶ τὸν ποταμὸν ἀπεῤῥίφη· ὥστε διὰ πάσης τῆς κτίσεως διεξελθεῖν τῶν μακαρίων τὴν ἄθλησιν. Ἐπὶ τῆς γῆς ἠγωνίσαντο, τῷ ἀέρι ἐνεκαρτέρησαν, τῷ πυρὶ παρεδόθησαν, τὸ ὕδωρ αὐτοὺς ὑπεδέξατο. Ἐκείνων ἐστὶν ἡ φωνή· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Οὗτοί εἰσιν οἱ τὴν καθ᾿ ἡμᾶς χώραν διαλαβόντες, οἱονεὶ πύργοι τινὲς συνεχεῖς, ἀσφάλειαν ἐκ τῆς τῶν ἐναντίων καταδρομῆς παρεχόμενοι, οὐχ ἑνὶ τόπῳ ἑαυτοὺς κατακλείσαντες, ἀλλὰ πολλοῖς ἤδη ἐπιξενωθέντες χωρίοις, καὶ πολλὰς πατρίδας κατακοσμήσαντες. Καὶ τὸ παράδοξον, οὐ καθ᾿ ἕνα διαμερισθέντες τοῖς δεχομένοις ἐπιφοιτῶσιν· ἀλλ᾿ ἀναμιχθέντες ἀλλήλοις, ἡνωμένως χορεύουσιν. Ὢ τοῦ θαύματος! Οὔτε ἐλλείπουσι τῷ ἀριθμῷ, οὔτε πλεονασμὸν ἐπιδέχονται. Ἐὰν εἰς ἑκατὸν αὐτοὺς διέλῃς, τὸν οἰκεῖον ἀριθμὸν οὐκ ἐκβαίνουσιν· ἐὰν εἰς ἓν συναγάγῃς, τεσσαράκοντα καὶ οὕτω μένουσι, κατὰ τὴν τοῦ πυρὸς φύσιν. Καὶ γὰρ ἐκεῖνο καὶ πρὸς τὸν ἐξάπτοντα μεταβαίνει, καὶ ὅλον ἐστὶ παρὰ τῷ ἔχοντι· καὶ οἱ τεσσαράκοντα καὶ πάντες εἰσὶν ὁμοῦ, καὶ πάντες εἰσὶ παρ᾿ ἑκάστῳ. Ἡ ἄφθονος εὐεργεσία, ἡ μὴ δαπανωμένη χάρις· ἑτοίμη βοήθεια Χριστιανοῖς, ἐκκλησία μαρτύρων, στρατὸς τροπαιοφόρων, χορὸς δοξολογούντων. Πόσα ἂν ἔκαμες, ἵνα ἕνα που εὕρῃς ὑπὲρ σοῦ δυσωποῦντα τὸν Κύριον; Τεσσαράκοντά εἰσι, σύμφωνον ἀναπέμποντες προσευχήν. Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου, ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν. Ὅπου δὲ τεσσαράκοντα, τίς ἀμφιβάλλει Θεοῦ παρουσίαν; Ὁ θλιβόμενος ἐπὶ τοὺς τεσσαράκοντα καταφεύγει, ὁ εὐφραινόμενος ἐπ᾿ αὐτοὺς ἀποτρέχει· ὁ μὲν, ἵνα λύσιν εὕρῃ τῶν δυσχερῶν· ὁ δὲ, ἵνα φυλαχθῇ αὐτῷ τὰ χρηστότερα. Ἐνταῦθα γυνὴ εὐσεβὴς ὑπὲρ τέκνων εὐχομένη καταλαμβάνεται, ἀποδημοῦντι ἀνδρὶ τὴν ἐπάνοδον αἰτουμένη, ἀῤῥωστοῦντι τὴν σωτηρίαν. Μετὰ μαρτύρων γενέσθω τὰ αἰτήματα ὑμῶν. Οἱ νεανίσκοι τοὺς ἡλικιώτας μιμείσθωσαν· οἱ πατέρες, τοιούτων εἶναι παίδων πατέρες εὐχέσθωσαν· αἱ μητέρες, καλῆς μητρὸς διήγημα διδαχθήτωσαν. Μήτηρ ἑνὸς τῶν μακαρίων ἐκείνων, θεασαμένη τοὺς ἄλλους ἤδη τῷ κρύει τελειωθέντας, τὸν δὲ ἑαυτῆς υἱὸν ἔτι ἐμπνέοντα ὑπό τε ῥώμης καὶ τῆς πρὸς τὰ δεινὰ καρτερίας, καταλιμπανόντων αὐτὸν τῶν δημίων ὡς δυνάμενόν γε μεταβουλεύσασθαι, αὐτὴ ταῖς οἰκείαις χερσὶν ἀραμένη, ἐπέθηκε τῇ ἁμάξῃ, ἐφ᾿ ἧς οἱ λοιποὶ συγκείμενοι πρὸς τὴν πυρὰν ἤγοντο, μάρτυρος ὄντως μήτηρ. Οὐ γὰρ δάκρυον ἀφῆκεν ἀγεννές· οὐδ᾿ ἐφθέγξατο ταπεινόν τι καὶ ἀνάξιον τοῦ καιροῦ· ἀλλ᾿, Ἄπιθι, φησὶν, ὦ παῖ, τὴν ἀγαθὴν πορείαν μετὰ τῶν ἡλικιωτῶν, μετὰ τῶν συσκήνων· μὴ ἀπολειφθῇς τῆς χορείας· μὴ δεύτερος τῶν ἄλλων ἐμφανισθῇς τῷ Δεσπότη. Ὄντως ἀγαθῆς ῥίζης ἀγαθὸν βλάστημα. Ἔδειξεν ἡ γενναία μήτηρ, ὅτι δόγμασιν εὐσεβείας ἐξέθρεψεν αὐτὸν μᾶλλον ἢ γάλακτι. Καὶ ὁ μὲν οὕτω τραφεὶς οὕτω προεπέμφθη παρὰ μητρὸς εὐσεβοῦς· ὁ δὲ διάβολος ἀπῆλθε κατῃσχυμμένος. Ἅπασαν γὰρ ἐπ᾿ αὐτοὺς κινήσας τὴν κτίσιν, πάντα εὗρεν ἡττώμενα τῆς τῶν ἀνδρῶν ἀρετῆς, νύκτα δυσήνεμον, πατρίδα χειμέριον, τὴν ὥραν τοῦ ἔτους, τῶν σωμάτων τὴν γύμνωσιν. Ὢ χορὸς ἅγιος! ὢ σύνταγμα ἱερόν! ὢ συνασπισμὸς ἀῤῥαγής! ὢ κοινοὶ φύλακες τοῦ γένους τῶν ἀνθρώπων! ἀγαθοὶ κοινωνοὶ φροντίδων, δεήσεως συνεργοὶ, πρεσβευταὶ δυνατώτατοι, ἀστέρες τῆς οἰκουμένης, ἄνθη τῶν Ἐκκλησιῶν. Ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ᾿ οὐρανὸς ὑπεδέξατο· ἠνοίγησαν ὑμῖν παραδείσου πύλαι. Ἄξιον θέαμα τῇ στρατιᾷ τῶν ἀγγέλων, ἄξιον πατριάρχαις, προφήταις, δικαίοις, ἄνδρες ἐν αὐτῷ τῷ ἄνθει τῆς νεότητος, τοῦ βίου καταφρονήσαντες, ὑπὲρ γονεῖς, ὑπὲρ τέκνα τὸν Κύριον ἀγαπήσαντες. Αὐτὸ τῆς ἡλικίας ἄγοντες τὸ βιώσιμον, ὑπερεῖδον τῆς προσκαίρου ζωῆς, ἵνα δοξάσωσι τὸν Θεὸν ἐν τοῖς μέλεσιν ἑαυτῶν· θέατρον γενόμενοι τῷ κόσμῳ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις, τοὺς πεπτωκότας ἤγειραν, τοὺς ἀμφιβόλους ἐβεβαιώσαντο, τοῖς εὐσεβέσι τὴν ἐπιθυμίαν ἐδιπλασίασαν. Ἒν ὑπὲρ τῆς εὐσεβείας ἅπαντες ἀναστήσαντες τρόπαιον. ἑνὶ καὶ τῷ στεφάνῳ τῆς δικαιοσύνης κατεκοσμήθησαν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΜΕΤΑΦΡΑΣΗ:
Ποῖος κορεσμὸς θὰ ἠμποροῦσε νὰ ὑπάρξῃ ἀπὸ τὴν μνήμην τῶν μαρτύρων, δι᾿ αὐτὸν ὁ ὁποῖος ἀγαπᾷ τοὺς μάρτυρας; Διότι ἡ τιμὴ πρὸς τοὺς ἀνδρείους ἀπὸ μέρους τῶν συνδούλων των, ἀποδεικνύει τὴν εὔνοιαν πρὸς τὸν κοινὸν Κύριον. Εἶναι ἄλλωστε ὁλοφάνερον ὅτι αὐτὸς ὁ ὁποῖος παραδέχεται τοὺς γενναίους ἄνδρας, δὲν θὰ ὑστερήσῃ κατὰ τὴν μίμησιν, ὅταν εὑρεθῇ εἰς παρομοίας περιστάσεις. Νὰ μακαρίσῃς ἀληθινὰ αὐτὸν ποὺ ἐμαρτύρησε, διὰ νὰ γίνῃς μάρτυς κατὰ τὴν διάθεσιν, καὶ θὰ καταλήξῃς νὰ ἀξιωθῆς τοὺς ἰδίους μισθοὺς μὲ ἐκείνους, χωρὶς νὰ διωχθῆς, χωρὶς νὰ καῆς εἰς τὴν φωτιάν, χωρὶς νὰ μαστιγωθῆς. Ἠμεῖς δὲ δὲν πρόκειται νὰ θαυμάσωμεν ἕνα, οὔτε μόνον δύο, οὔτε ὁ ἀριθμὸς τῶν μακαριζομένων φθάνει μέχρι τοῦ ἀριθμοῦ τῶν δέκα. Ἀλλὰ σαράντα ἄνδρες, ποὺ ὡσὰν νὰ εἶχαν μίαν ψυχὴν εἰς ξεχωριστὰ σώματα, μὲ μίαν σύμπνοιαν καὶ ὁμόνοιαν τῆς πίστεως, μίαν ἐπέδειξαν καὶ τὴν καρτερίαν εἰς τὰ βάσανα καὶ τὴν ἀντίστασιν, χάριν τῆς ἀληθείας. Ὅλοι ὑπῆρξαν ἕνας καὶ ἕνας· ἴσοι εἰς τὴν διάθεσιν καὶ ἴσοι εἰς τὸν ἀγῶνα. Διὰ τοῦτο καὶ μὲ τὴν ἰδίαν τιμὴν κατηξιώθησαν νὰ λάβουν τὰ στεφάνια τῆς δόξης. Ποιὸς λόγος θὰ ἠμποροῦσε νὰ περιγράψῃ τὴν ἀξίαν των; Δὲν θὰ ἐπαρκοῦσαν οὔτε σαράντα γλῶσσαι νὰ ἐξυμνήσουν τὴν ἀρετὴν τόσων μεγάλων ἀνδρῶν. Καὶ ὅμως, καὶ ἂν ἀκόμη ἦταν ἕνας ὁ τιμώμενος, θὰ ἑξαρκοῦσε νὰ νικήσῃ τὴν δύναμιν τῶν λόγων μου, πολὺ δὲ περισσότερον τώρα ποὺ εἶναι τόσον μεγάλο πλῆθος, στρατιωτικὴ φάλαγγα, παράταξις δυσκολοκαταγώνιστος, ἐξ ἴσου ἀνίκητος εἰς τοὺς πολέμους καὶ ἄφθαστος εἰς τοὺς ἐπαίνους.
Ἐμπρὸς λοιπὸν τώρα, ἀφοῦ τοὺς φέρομεν ἐνώπιόν μας διὰ τῆς ἐνθυμήσεως, ἂς καταστήσωμεν κοινὴν τὴν ὠφέλειαν εἰς αὐτοὺς ποὺ εἶναι παρόντες, ἀφοῦ δείξωμεν πρῶτα εἰς ὅλους ὡσὰν εἰς ζωγραφιάν, τὰ κατορθώματα τῶν ἀνδρῶν. Ἄλλωστε καὶ τὰ πολεμικὰ ἀνδραγαθήματα, πολλᾶς φορὰς καὶ οἱ λογογράφοι καὶ οἱ ζωγράφοι ἐξιστοροῦν. οἱ μὲν μὲ τὸ νὰ τὰ ἐγκωμιάζουν μὲ τὸν λόγον, οἱ δὲ μὲ τὸ νὰ τὰ ζωγραφίζουν εἰς τοὺς πίνακας, διεγείρουν πολλοὺς πρὸς τὴν ἀνδραγαθίαν, καὶ οἱ μὲν καὶ οἱ δέ. Διότι αὐτὰ τὰ ὁποῖα ἡ ἱστοριογραφία παρουσιάζει διὰ τῆς ἀκοῆς, αὐτὰ τὰ ἴδια ἡ ζωγραφικὴ σιωπηλῶς τὰ παριστάνει διὰ τῆς μιμήσεως. Ἔτσι τώρα καὶ ἠμεῖς θὰ ὑπενθυμήσωμεν εἰς τοὺς παρόντας τὴν ἀρετὴν τῶν ἀνδρῶν. καὶ ἀφοῦ κατὰ κάποιον τρόπον φέρωμεν κάτω ἀπὸ τὰ μάτια σας τὰς πράξεις των, θὰ παρακινήσωμεν πρὸς μίμησιν, αὐτοὺς ποὺ εἶναι γενναιότεροι καὶ οἰκειότεροι κατὰ τὴν διάθεσιν πρὸς αὐτούς. Διότι «ἐγκωμιασμὸς μαρτύρων» σημαίνει προτροπὴ πρὸς ἀρετήν, αὐτῶν ποὺ εἶναι συγκεντρωμένοι. Οἱ λόγοι διὰ τοὺς ἁγίους δὲν καταδέχονται νὰ ὑποτάσσωνται εἰς τοὺς κανόνας τῶν ἐγκωμίων. Διότι οἱ ἐγκωμιασταὶ παίρνουν τὰς ἀρχὰς τῶν εὐφημιῶν, ἀπὸ τὰς ἀφορμᾶς τοῦ κόσμου. Δι᾿ αὐτοὺς ὅμως, οἱ ὁποῖοι ἔχουν σταυρώσει τὸν κόσμον, πῶς ἠμπορεῖ, κάτι ποὺ προέρχεται ἀπὸ αὐτόν, νὰ δώσῃ ἀφορμὴν δι᾿ ὑπερηφάνειαν; Οἱ ἅγιοι δὲν εἶχαν μίαν πατρίδα. Διότι ὁ καθένας κατήγετο ἀπὸ διαφορετικὴν πατρίδα. Τί λοιπόν; θὰ τοὺς εἴπωμεν ἀπάτριδας, ἢ οἰκουμενικοὺς πολίτας; Διότι ὅπως εἰς τὰς συνεισφορὰς ἀπὸ τοὺς ἐράνους, αὐτὰ ποὺ ἔχουν προσφερθῆ ἀπὸ τὸν καθένα, γίνονται κοινὰ εἰς αὐτοὺς ποὺ τὰ προσέφεραν, ἔτσι καὶ εἰς τὴν περίπτωσιν τῶν μακαρίων τούτων ἀνδρῶν, τοῦ καθενὸς ἡ πατρίδα εἶναι κοινὴ δι᾿ ὅλους. καὶ ὅλοι προερχόμενοι ἀπὸ παντοῦ, ἀνταποδίδουν ὁ ἕνας εἰς τὸν ἄλλον τὴν πατρίδα ποὺ τοὺς προσέφερεν. Ἄλλωστε διατί πρέπει νὰ ἀναζητοῦμεν τὰς εὐρισκομένας εἰς τὴν ὕλην πατρίδας, ἐνῷ εἶναι δυνατὸν νὰ γνωρίζωμεν ποία εἶναι ἡ τωρινὴ πατρίδα τους; Πόλις λοιπὸν μαρτύρων εἶναι ἡ πόλις τοῦ Θεοῦ τῆς ὁποίας ὁ Θεὸς εἶναι ὁ τεχνίτης καὶ ὁ δημιουργός. Εἶναι ἡ ἄνω Ἱερουσαλήμ, ἡ ἐλευθέρα, ἡ μητέρα τοῦ Παύλου καὶ ὅλων ἐκείνων ποὺ εἶναι ὅμοιοι μὲ αὐτόν. Τὸ ἔθνος, αὐτὸ μὲν ποὺ εἶναι ἀνθρώπινον, εἶναι διάφορον διὰ τὸν καθένα, τὸ πνευματικὸν ὅμως ἔθνος εἶναι ἕνα δι᾿ ὅλους. Διότι ὁ Θεὸς εἶναι κοινὸς πατέρας αὐτῶν, καὶ ὅλοι εἶναι ἀδελφοί, ἂν καὶ δὲν ἔχουν γεννηθῆ ἀπὸ ἕνα πατέρα καὶ μίαν μάνναν, ἀλλ᾿ ἔχουν συναρμοσθῆ ὁ ἕνας μὲ τὸν ἄλλον εἰς τὴν ὁμόνοιαν διὰ τῆς ἀγάπης μὲ τὴν υἱοθεσίαν τοῦ ἁγίου Πνεύματος. Ἕτοιμος χορός! Μεγάλη συνδρομὴ αὐτῶν ποὺ ἀνὰ τοὺς αἰῶνας δοξάζουν τὸν Κύριον! Δὲν ἔχουν μαζευθῆ ἕνας-ἕνας, ἀλλὰ ὅλοι μαζὶ ἔχουν μετατεθῆ εἰς τὴν ἄλλην ζωήν. Ποιὸς ὅμως εἶναι ὁ τρόπος αὐτῆς τῆς μεταθέσεως; Αὐτοὶ ἐπειδὴ ὑπερεῖχαν καὶ κατὰ τὸ μέγεθος τοῦ σώματος καὶ κατὰ τὴν ἀκμὴν τῆς ἡλικίας, καὶ κατὰ τὴν δύναμιν ἀπὸ ὅλους τοὺς συνομήλικάς των, ἐτάχθησαν νὰ ὑπηρετοῦν εἰς τὰς στρατιωτικᾶς τάξεις. Λόγω δὲ τῆς πολεμικῆς πείρας καὶ τῆς ψυχικῆς γενναιότητος, εἶχαν λάβει κιόλας τὰς πρώτας τιμὰς ἐκ μέρους τοῦ αὐτοκράτορος, καὶ ἦταν ξακουστοὶ εἰς ὅλους διὰ τὴν ἀνδρείαν των.
Ὅταν δὲ ἐξηγγέλθη ἐκεῖνο τὸ ἄθεον καὶ ἀσεβὲς διάταγμα, νὰ μὴ ὁμολογοῦν πίστιν εἰς τὸν Χριστόν, ἢ διαφορετικὰ νὰ τιμωροῦνται, ἠπειλεῖτο δὲ κάθε εἶδος τιμωρίας καὶ εἶχε ξεσηκωθῆ πολὺς καὶ ἄγριος ὁ θυμὸς ἀπὸ μέρους τῶν ἀδίκων δικαστῶν ἐναντίον τῶν Χριστιανῶν, ἐμηχανορραφοῦντο δὲ ἐπιβουλαὶ καὶ δολοπλοκίαι ἐναντίον των, καὶ ἐπενοοῦντο ποικίλα εἴδη βασανισμοῦ, -καὶ οἱ βασανισταὶ ἦταν ἀπολύτως ἀναγκαῖοι-, ἡ φωτιὰ ἦταν ἑτοιμασμένη, τὸ ξίφος ἀκονισμένον, ὁ σταυρὸς εἶχε στηθῆ, ὁ λάκκος, ὁ τροχός, τὰ μαστίγια ἔτοιμα· καὶ ἄλλοι μὲν ἔφευγαν εἰς τὴν ἐρημίαν, ἄλλοι δὲ ὑπέκυπταν καὶ ἐπροσκυνοῦσαν τὰ εἴδωλα, ἄλλοι δὲ ἐκλονίζοντο, μερικοὶ δὲ κατετρόμαζαν καὶ μὲ μόνην τὴν δοκιμασίαν τῆς ἀπειλῆς, ἄλλοι δὲ ἀφοῦ ἤρχοντο κοντὰ εἰς τὰ δεινὰ ἐτρελλαίνοντο, ἄλλοι δὲ μόλις ἔμβαιναν εἰς τὸν ἀγῶνα, ἔπειτα ἀδυνατοῦσαν νὰ ὑπομείνουν ὡς τὸ τέλος τὰ βασανιστήρια, διότι ἐλύγιζαν εἰς τὸ μέσον περίπου τῆς ἀθλήσεως, ὅπως αὐτοὶ ποὺ κλυδωνίζονται εἰς τὴν θάλασσαν καὶ καταποντίζουν ἀκόμη καὶ αὐτὰ τὰ ἐμπορεύματα τοῦ μόχθου των. Τότε λοιπὸν οἱ ἀνίκητοι καὶ γενναῖοι στρατιῶται τοῦ Χριστοῦ, παρουσιασθέντες εἰς τὸ μέσον, ἐνῷ ὁ ἄρχων τοὺς ἐπεδείκνυε τὸ διάταγμα τοῦ βασιλέως καὶ ἀπαιτοῦσε τὴν ὑπακοήν, μὲ θαρρετὴν τὴν φωνήν, μὲ θάρρος καὶ γενναιότητα, χωρὶς νὰ φοβηθοῦν τίποτε ἀπὸ αὐτὰ ποὺ ἔβλεπαν, χωρὶς νὰ τρομάξουν ἀπὸ τὰς ἀπειλάς, ὡμολόγησαν ὅτι εἶναι Χριστιανοί. Ὦ μακάριοι γλῶσσαι, ποὺ ἀφήκατε ἐκείνην τὴν ἱερὰν ὁμολογίαν, τὴν ὁποίαν ὁ ἀέρας μὲν ποὺ τὴν ἐδέχθη ἠγιάσθη, οἱ Ἄγγελοι δὲ ποὺ τὴν ἤκουσαν τὴν ἐπεκρότησαν, ὁ διάβολος μαζὶ μὲ τὰ δαιμόνια ἐπληγώθη, ὁ δὲ Κύριος τὴν κατέγραψεν εἰς τοὺς οὐρανούς!
Ὁ καθένας λοιπὸν παρουσιασθεὶς εἰς τὸ μέσον εἶπεν «εἶμαι Χριστιανός». Καὶ ὅπως εἰς τὰ στάδια αὐτοὶ ποὺ προσέρχονται εἰς τὴν ἄθλησιν, λέγουν συγχρόνως καὶ τὰ ὀνόματά τους, καὶ μεταβαίνουν εἰς τὸν τόπον τοῦ ἀγωνίσματος, ἔτσι λοιπὸν καὶ αὐτοὶ τότε, ἀφοῦ περιεφρόνησαν τὰ ὀνόματα μὲ τὰ ὁποῖα τοὺς εἶχαν ὀνομάσει ἀπὸ τὴν γέννησίν των, ὁ καθένας ὠνόμαζε τὸν ἑαυτόν του ἀπὸ τὸ κοινὸν ὄνομα τοῦ Σωτῆρος. καὶ ὅλοι ἔκαμναν τὸ ἴδιον μὲ τὸ νὰ συνδέῃ ὁ ἑπόμενος τὸν ἑαυτόν του μὲ τὸν προηγούμενον. Ὥστε ὅλοι εἶχαν ἕνα ὄνομα, διότι δὲν ἦταν πιὰ ὁ δεῖνα ἢ ὁ τάδε, ἀλλ᾿ ὅλοι ὠνομάζοντο Χριστιανοί. Τί λοιπὸν ἔπραττεν ὁ τότε κυρίαρχος; Διότι ἦταν φοβερὸς καὶ πολυμήχανος εἰς τὸ νὰ μεταχειρίζεται τὰς κολακείας, καὶ νὰ μεταπείθῃ μὲ τὰς ἀπειλάς. Κατ᾿ ἀρχὴν τοὺς ἐδελέαζε μὲ τὰς κολακείας, προσπαθώντας νὰ παραλύσῃ τὸν τόνον τῆς πίστεως. Μὴ χαραμίζετε τὰ νειάτα σας καὶ ἀνταλλάσσετε τὴν γλυκεῖαν αὐτὴν ζωὴν μὲ τὸν ἄγωρον θάνατον. Διότι εἶναι πρᾶγμα ἀνάρμοστον, αὐτοὶ ποὺ ἔχουν συνηθίσει νὰ ἀριστεύουν εἰς τοὺς πολέμους, νὰ πεθαίνουν τὸν θάνατον τῶν κακούργων. Κοντὰ εἰς αὐτὰ ὑπέσχετο καὶ χρήματα. Ἄλλα δὲ προσέφερε, δηλαδὴ τὰς βασιλικὰς τιμὰς καὶ τὰς ἀπονομὰς τῶν ἀξιωμάτων καὶ μὲ μυρίας ἐπινοήσεις τοὺς ἐδελέαζεν. Ἐπειδὴ ὅμως δὲν ἐκάμτττοντο μὲ τὴν δοκιμασίαν αὐτήν, ἐχρησιμοποίει τὸ ἄλλο εἶδος τῶν τεχνασμάτων. Τοὺς ἀπειλοῦσε μὲ πληγὰς καὶ θανάτους, καὶ μὲ δοκιμασίαν ἀθεραπεύτων κακῶν. Καὶ αὐτὰ μὲν ἔπραττεν αὐτός. Ποῖα ὅμως ἦταν τὰ ἔργα τῶν μαρτύρων; Διατί, λέγουν, μᾶς δελεάζεις, ὦ θεομάχε, νὰ ἀποστατήσωμεν ἀπὸ τὸν ζῶντα Θεόν, καὶ νὰ δουλεύωμεν εἰς τοὺς καταστρεπτικοὺς δαίμονας, μὲ τὸ νὰ μᾶς προτείνῃς τὰ ἀγαθά σου; Τί προσφέρεις τόσα πολλά, ὅσα φροντίζεις νὰ ἀφαιρέσῃς; Μισῶ τὴν δωρεὰν ποὺ προξενεῖ ζημίαν. Δὲν δέχομαι τὴν τιμὴν ποὺ εἶναι μητέρα τῆς ἀτιμίας. Προσφέρεις χρήματα ποὺ παραμένουν ἐδῶ, καὶ δόξαν ποὺ μαραίνεται. Μὲ κάμνεις γνωστὸν εἰς τὸν βασιλέα, ἀλλὰ μὲ ἀποξενώνεις ἀπὸ τὸν ἀληθινὸν Βασιλέα. Διατὶ μὲ τσιγκουνιὰν προτείνεις ὀλίγα ἀπὸ τὰ ἀγαθὰ τοῦ κόσμου; Ἠμεῖς ὁλόκληρον τὸν κόσμον περιεφρονήσαμεν. Αὐτὰ ποὺ βλέπομεν δὲν εἶναι ἀντάξια τῆς ποθητῆς ἐλπίδος μας. Βλέπεις τὸν οὐρανὸν αὐτόν, πόσον καλὸς εἶναι εἰς τὸ νὰ τὸν βλέπῃς, καὶ πόσον μεγάλος; Καὶ τὴν γῆν πόσον μεγάλη εἶναι; Καὶ τὰ ἀξιοθαύμαστα ἐπάνω εἰς αὐτήν; Τίποτε ἀπὸ ὅλα αὐτὰ δὲν ἐξισώνεται μὲ τὴν μακαριότητα τῶν δικαίων. Διότι ὅλα αὐτὰ παρέρχονται. Τὰ ἰδικά μας ὅμως παραμένουν αἰώνια. Μίαν χάριν ποθῶ, τὸ στεφάνι τῆς δικαιοσύνης. Μίαν δόξαν λαχταρῶ, αὐτὴν τῆς οὐρανίου βασιλείας. Εἶμαι φιλόδοξος διὰ τὴν οὐρανίαν τιμήν. Μίαν δὲ τιμωρίαν φοβοῦμαι, αὐτὴν τῆς κολάσεως. Ἐκεῖνο τὸ πῦρ εἶναι δι᾿ ἐμὲ φοβερόν, αὐτὸ δὲ ποὺ ἀπειλεῖται ἀπὸ σᾶς εἶναι ὁμόδουλον. Γνωρίζει νὰ σέβεται αὐτοὺς ποὺ περιφρονοῦν τὰ εἴδωλα. Τὰ κτυπήματά σας τὰ λογαριάζω σὰν παιδικὰ βέλη. Διότι κτυπᾷς τὸ σῶμα, ποὺ ἐὰν ἀνθέξῃ περισσότερον, στεφανώνεται λαμπρότερα. Ἐὰν δὲ γρηγορώτερα ὑποκύψη, φεύγει ἀπαλλαγμένον ἀπὸ δικαστᾶς τόσον σκληρούς, οἱ ὁποῖοι ἐνῷ ἔχετε ἀναλάβει τὴν ὑπηρεσίαν τῶν σωμάτων, φιλοδοξεῖτε νὰ κυριαρχήσετε καὶ ἐπάνω εἰς τὰς ψυχάς. Σεῖς οἱ ὁποῖοι βεβαίως, ἐὰν δὲν τιμηθῆτε περισσότερον καὶ ἀπὸ τὸν Θεόν μας, μὲ τὴν ἰδέαν ὅτι ὑβρίζεσθε ἀπὸ ἡμᾶς εἰς τὸ ἔπακρον, δυσανασχετεῖτε, καὶ ἀπειλεῖτε τὰς φοβερὰς αὐτὰς τιμωρίας, μὲ τὸ νὰ κατηγορῆτε τὴν πίστιν μας ὡς ἔγκλημα. Ἀλλ᾿ ὅμως δὲν θὰ εὕρετε δειλούς, οὔτε φιλοτομαριστάς, οὔτε εὐκολοτρομάκτους, λόγω τῆς ἀγάπης πρὸς τὸν Θεόν. Νά, ἠμεῖς εἴμεθα ἕτοιμοι καὶ νὰ τροχισθοῦμεν καὶ νὰ στρεβλωθοῦμεν καὶ νὰ κατακαοῦμεν καὶ νὰ καταδεχθοῦμεν κάθε εἶδος ἀπὸ τὰ βασανιστήρια.
Ὅταν δὲ ἐκεῖνος ὁ ἀλαζὼν καὶ βάρβαρος ἤκουσεν αὐτά, μὴ δυνάμενος νὰ ὑποφέρῃ τὸ θάρρος τῶν ἀνδρῶν καὶ βράζων ἀπὸ τὸν θυμόν του, ἐσκέπτετο, τί τρόπον θὰ ἠμποροῦσε νὰ ἐξεύρῃ, ὥστε νὰ κάμῃ δι᾿ αὐτοὺς καὶ διαρκῆ καὶ πικρὸν τὸν θάνατον. Εὑρῆκε λοιπὸν τὸν τρόπον. Καὶ κυττάξετε πόσον εἶναι φοβερός· Ἀφοῦ δηλαδὴ παρετήρησε προσεκτικὰ τὸ κλῆμα τῆς χώρας, ὅτι ἦταν ψυχρόν, καὶ ὅτι ἡ ἐποχὴ τοῦ ἔτους ἦταν χειμῶνας, καὶ παρεφύλαξε νὰ εἶναι νύκτα κατὰ τὴν ὁποίαν τὸ ψῦχος ἐπιτείνεται πολύ, ἄλλωστε δὲ τότε κατ᾿ αὐτὴν ἐφυσοῦσε καὶ βοριᾶς, τοὺς διέταξεν ὅλους, ἀφοῦ ξεγυμνωθοῦν εἰς τὸ ὕπαιθρον, νὰ πεθάνουν εἰς τὸ μέσον τῆς πόλεως ἀπὸ τὴν παγωνιάν. Ἐξάπαντος δὲ γνωρίζετε, ὅσοι ἔχετε πεῖραν ἀπὸ τὸν χειμῶνα, πόσον ἀνυπόφορον εἶναι τὸ βασανιστικὸν αὐτὸ εἶδος. Διότι εἰς τοὺς ἄλλους δὲν εἶναι δυνατὸν νὰ δειχθῇ, παρὰ εἰς αὐτοὺς ποὺ ἔχουν τὰ παραδείγματα αὐτῶν ποὺ λέγομεν ἐκ τῶν προτέρων ἀποκείμενα μέσα τῶν ἀπὸ τὴν ἴδιαν τὴν πεῖραν. Διότι, τὸ σῶμα ποὺ θὰ ἐκτεθῇ εἰς τὸ ψῦχος, κατ᾿ ἀρχὴν μέν, ἐνῷ τὸ αἷμα πήζει, γίνεται ὁλόκληρον μαυροκίτρινον, ἔπειτα δὲ χοροπηδᾷ καὶ ἀνατινάσσεται πρὸς τὰ ἐπάνω, ἐνῷ τὰ δόντια κτυποῦν, αἱ ἶνες συσπῶνται καὶ ὅλον τὸ σῶμα χωρὶς νὰ θέλῃ συσπᾶται. Κάποιος δὲ τσουχτερὸς πόνος, καὶ πόνος ἀνείπωτος, ποὺ φθάνει ὡς τὸν μυελὸ τῶν ὀστῶν, κάμνει δυσκολοβάστακτον τὸ αἴσθημα εἰς αὐτοὺς ποὺ παγώνουν. Ἔπειτα ἀκρωτηριάζεται, ἐνῷ τὰ ἄκρα καίονται, ὡσὰν ἀπὸ φωτιάν. Διότι μὲ τὸ νὰ ἀπομακρύνεται ἡ θερμότης ἀπὸ τὰ ἄκρα τοῦ σώματος, καὶ νὰ φεύγῃ συγχρόνως εἰς τὸ βάθος, ἀφήνει νεκρὰ μὲν τὰ μέρη ἀπ᾿ ὅπου ἀπεμακρύνθη, παραδίδει δὲ εἰς δυνατοὺς πόνους αὐτὰ πρὸς τὰ ὁποῖα ὑποχωρεῖ, ἐνῷ ὁ θάνατος πλησιάζει ὀλίγον κατ᾿ ὀλίγον μὲ τὸ πάγωμα. Τότε λοιπὸν κατεδικάσθησαν νὰ διανυκτερεύουν ὑπαίθριοι, ὅταν ἡ μὲν λίμνη, γύρω ἀπὸ τὴν ὁποίαν ἡ πόλις εἶναι κτισμένη, καὶ μέσα εἰς τὴν ὁποίαν οἱ ἅγιοι ἠγωνίζοντο τὰ ἀγωνίσματα αὐτά, ἦταν ἱπποδρόμιον εἰς τὸ ὁποῖον τὴν εἶχε μεταβάλλει ἡ παγωνιά, καὶ ποὺ ἀπὸ τὸ κρύον εἶχε μεταβληθῆ εἰς ξηράν, μὲ ἀσφάλειαν προσεφέρετο εἰς τοὺς περιοίκους νὰ περιπατοῦν εἰς τὴν ἐπιφάνειάν της. Τὰ δὲ ποτάμια ποὺ συνεχῶς ἔρρεαν, ἀφοῦ ἐπάγωσαν, ἐσταμάτησαν τὴν ροήν των, καὶ ἡ ἁπαλὴ φύσις τοῦ νεροῦ μετεβλήθη εἰς τὴν σκληρότητα τῶν λίθων. Σφοδρὰ δὲ φυσήματα τοῦ βοριᾶ ἔσπρωχναν κάθε τι τὸ ἔμψυχον εἰς τὸν θάνατον.
Τότε λοιπὸν ἀφοῦ ἤκουσαν τὴν προσταγὴν (καὶ νὰ παρατηρήσῃς ἐδῶ, παρακαλῶ, τὸ ἀνίκητον φρόνημα τῶν ἀνδρῶν), εὐχαρίστως ὁ καθένας ἔβγαλεν ἀπὸ ἐπάνω του καὶ τὸν τελευταῖον χιτῶνα, καὶ ἐβάδιζαν διὰ νὰ πεθάνουν τὸν θάνατον τοῦ ψύχους, προτρέποντας ὁ ἕνας τὸν ἄλλον ὡσὰν εἰς διαρπαγὴν λαφύρων. Ἂς μὴ βγάλωμεν, ἔλεγαν, τὸ ἔνδυμα, ἀλλὰ νὰ ἀποβάλλωμεν τὸν παλαιὸν ἄνθρωπον, αὐτὸν ποὺ φθείρεται σύμφωνα μὲ τὰς ἐπιθυμίας τῆς ἀπάτης . Σὲ εὐχαριστοῦμεν, Κύριε, διότι μαζὶ μὲ τὸ ἱμάτιον τοῦτο ἀποβάλλομεν καὶ τὴν ἁμαρτίαν. Ἀφοῦ ἐξ αἰτίας τοῦ φιδιοῦ τὸ ἐφορέσαμεν, ἂς τὸ βγάλωμεν διὰ τὸν Χριστόν. Ἂς μὴ κρατήσωμεν τὰ ἱμάτια, πρὸς χάριν τοῦ παραδείσου ποὺ ἐχάσαμεν. Τί θὰ ἀνταποδώσωμεν εἰς τὸν Κύριον; Καὶ ὁ Κύριός μας ἐξεγυμνώθη. Τί εἶναι πιὸ μεγάλη τιμὴ διὰ τὸν δοῦλον, ἀπὸ τὸ νὰ πάθῃ αὐτὰ ποὺ ἔπαθεν ὁ Κύριος του; καὶ μάλιστα ἠμεῖς εἴμεθα ἐκεῖνοι, ποὺ ἐξεγυμνώσαμεν καὶ τὸν ἴδιον τὸν Κύριον. Διότι τὸ ἐγχείρημα ἐκεῖνο ἦταν ἔργον τῶν στρατιωτῶν. Ἐκεῖνοι ἐξεγύμνωσαν τὸν Κύριον καὶ ἐμοίρασαν τὰ ἱμάτιά του. θὰ ἑξαλείψωμεν λοιπὸν ἀπὸ μόνοι μας τὴν κατηγορίαν ποὺ ἔχει καταγραφῆ εἰς βάρος μας. Ὁ χειμὼν εἶναι δριμύς, ἀλλὰ γλυκὺς ὁ παράδεισος. Τὸ πάγωμα ὀδυνηρόν, ἀλλὰ γλυκεῖα ἡ ἀνάπαυσις. Ἂς Ἀναμείνωμεν λιγάκι, καὶ ὁ κόλπος τοῦ πατριάρχου θὰ μᾶς περιθάλψη· θὰ ἀνταλλάξωμεν μίαν νύκτα μὲ ὁλόκληρον τὴν αἰωνιότητα. Ἂς κατακαοῦν τὰ πόδια, διὰ νὰ χορεύουν διαρκῶς μαζὶ μὲ τοὺς ἀγγέλους. Ἂς ἀποκοποῦν τὰ χέρια, διὰ νὰ ἔχουν παρρησίαν νὰ ὑψώνωνται πρὸς τὸν Δεσπότην. Πόσοι ἀπὸ τοὺς στρατιώτας μας δὲν ἔπεσαν εἰς τὴν μάχην, μὲ τὸ νὰ τηροῦν τὴν πίστιν εἰς τὸν φθαρτὸν βασιλέα; Ἠμεῖς δὲ διὰ τὴν πίστιν εἰς τὸν ἀληθινὸν Βασιλέα, δὲν θὰ χαρίσωμεν τὴν ζωὴν αὐτήν; Πόσοι ἀπὸ τοὺς κακούργους ἐθανατώθησαν, ἀφοῦ συνελήφθησαν δι᾿ ἀδικήματα; Ἠμεῖς δὲ δὲν θὰ ὑποφέρωμεν τὸν θάνατον χάριν τῆς δικαιοσύνης; Ἂς μὴ ξεστρατήσωμεν, ὦ στρατιῶται, ἂς μὴ δώσωμεν τὰ νῶτα μας εἰς τὸν διάβολον. Σάρκες εἶναι, ἂς μὴ λυπηθοῦμεν. Ἐπειδὴ πρέπει ἐξάπαντος νὰ πεθάνωμεν, ἂς πεθάνωμεν διὰ νὰ ζήσωμεν. «Ἂς γίνῃ, Κύριε, ἡ θυσία μᾶς ἐνώπιόν σου». Καὶ μακάρι νὰ γίνωμεν δεκτοὶ «ὡς ζωντανὴ θυσία» ἡ, εὐάρεστος εἰς σέ, μὲ τὸ νὰ γίνωμεν ὁλοκαυτώματα διὰ μέσου του ψύχους τούτου, καλὴ προσφορά, καινούργια θυσία, ποὺ προσφέρεται ὄχι ἐπάνω εἰς τὴν φωτιὰν ἀλλὰ μὲ τὸ ψῦχος. Αὐτὰ τὰ παρακλητικὰ λόγια μεταδίδοντες ὁ ἕνας εἰς τὸν ἄλλον καὶ προτρέποντες ὁ ἕνας τὸν ἄλλον, ὡσὰν νὰ ἐκτελοῦν κάποιαν προφυλακὴν εἰς τὸν πόλεμον, περιεφρονοῦσαν τὴν νύκτα. Ὑπέμεναν τὰ παρόντα μὲ γενναιότητα, ἔχαιραν διὰ τὰ ἐλπιζόμενα ἀγαθὰ καὶ περιεφρονοῦσαν τοὺς ἐχθρούς. Ὅλων δὲ μία ἦταν ἡ εὐχή. Σαράντα ἐμβήκαμεν εἰς τὸ στάδιον, μακάρι, Δέσποτα, σαράντα νὰ στεφανωθοῦμεν. Ἂς μὴ λείψῃ οὔτε ἕνας ἀπὸ τὸν ἀριθμόν. Εἶναι τίμιος αὐτός, τὸν ὁποῖον ἐτίμησες μὲ τὴν νηστείαν τῶν σαράντα ἡμερῶν, διὰ τοῦ Ὁποίου ἡ νομοθεσία εἰσῆλθεν εἰς τὸν κόσμον. Μὲ νηστείαν ἐπὶ σαράντα ἡμέρας ὁ Ἠλίας ἀφοῦ παρεκάλεσε τὸν Κύριον, ἐπέτυχε νὰ τὸν ἴδῃ. Καὶ τέτοια μὲν ἦταν ἡ εὐχὴ ἐκείνων. Ἕνας δὲ ἀπὸ τὸν ἀριθμὸν ἀφοῦ ἐλύγισεν εἰς τὰ δεινά, ἔφυγεν ὡς λιποτάκτης, καὶ ἄφησεν ἀπαρηγόρητον πένθος εἰς τοὺς ἁγίους. ὁ Κύριος ὅμως δὲν ἐπέτρεψε νὰ γίνουν ἀτελεσφόρητοι αἱ παρακλήσεις των. Διότι ἐκεῖνος ποὺ εἶχεν ἀναλάβει τὴν φρούρησιν τῶν μαρτύρων, θερμαινόμενος πλησίον εἰς κάποιο φυλάκιον, παρετήρει αὐτὸ ποὺ ἔμελλε νὰ γίνῃ, ἕτοιμος διὰ νὰ δεχθῇ αὐτοὺς ἀπὸ τοὺς στρατιώτας ποὺ θὰ κατέφευγαν. Πράγματι καὶ τοῦτο πάλιν ἐπενοήθη, νὰ εἶναι δηλαδὴ κοντὰ ἐκεῖ λουτρόν, διὰ νὰ ὑπόσχεται ταχεῖαν τὴν βοήθειαν εἰς αὐτοὺς ποὺ θὰ μετανοοῦσαν. Αὐτὸ ὅμως κατὰ τρόπον κακοῦργον ἐπενοήθη ἀπὸ τοὺς ἐχθρούς. Νὰ ἐξεύρουν δηλαδὴ τέτοιον τόπον κοντὰ εἰς τὸ μαρτύριον, εἰς τὸ ὁποῖον ἡ ἕτοιμος περιποίησις ἔμελλε νὰ ἐξουδετερώνῃ τὴν ἀντίστασιν τῶν ἀγωνιζομένων. Αὐτὸ ἀνεδείκνυε λαμπροτέραν τὴν ὑπομονὴν τῶν μαρτύρων. Διότι ὑπομονητικὸς δὲν εἶναι αὐτὸς ποὺ δὲν ἔχει τὰ ἀναγκαῖα, ἀλλὰ αὐτὸς ποὺ ἔχει ἄφθονα τὰ ἀγαθά, καὶ ὑπομένει τὰ δεινά!
Καθ᾿ ὃν χρόνον δὲ οἱ μὲν ἠγωνίζοντο, αὐτὸς δὲ παρετηροῦσε τὴν ἔκβασιν, εἶδε παράδοξον θέαμα· Δυνάμεις νὰ κατεβαίνουν ἀπὸ τὸν οὐρανόν, καὶ τρόπον τινὰ νὰ διανέμουν εἰς τοὺς στρατιώτας μεγάλα δῶρα ἀπὸ τὸν Βασιλέα. Αὗται εἰς ὅλους μὲν τοὺς ἄλλους ἐμοίραζαν τὰ δῶρα, ἕνα δὲ μονάχα ἄφησαν ἀβράβευτον, διότι τὸν ἔκριναν ἀνάξιον διὰ τὰς οὐρανίους τιμάς. Αὐτὸς ἀμέσως ἀφοῦ ἐλύγισεν εἰς τὰ βασανιστήρια, ἐλιποτάκτησε πρὸς τοὺς ἀντιπάλους. Ἦταν ἐλεεινὸν θέαμα διὰ τοὺς δικαίους. Ὁ στρατιώτης νὰ γίνῃ φυγάς, ὁ ὑποψήφιος διὰ τὸ βραβεῖον νὰ γίνῃ αἰχμάλωτος, τὸ πρόβατον τοῦ Χριστοῦ νὰ ἁρπαγῇ ἀπὸ τὰ θηρία. Καὶ τὸ πιὸ θλιβερὸν βέβαια ἦταν ὅτι καὶ ἠστόχησεν εἰς τὴν αἰώνιον ζωήν, καὶ δὲν ἀπήλαυσε τὴν παροῦσαν, διότι ἀμέσως ἡ σάρκα μὲ τὴν ἐπαφὴν τοῦ θερμοῦ διελύθη. Καὶ αὐτὸς μὲν ποὺ ἠγάπησε τὴν ζωήν, ἔπεσεν, ἠμάρτησε χωρὶς κανένα κέρδος· ὁ δήμιος ὅμως, μόλις τὸν εἶδε νὰ ξεπέφτῃ ἀπὸ τὴν θέσιν του καὶ νὰ τρέχῃ πρὸς τὸ λουτρόν, ἔλαβεν ὁ ἴδιος τὴν θέσιν τοῦ λιποτάκτου, καὶ ἀφοῦ ἀπέβαλε τὰ ροῦχα του, ἀνεμίχθη μὲ τοὺς γυμνούς, κραυγάζοντας τὴν ἰδίαν φωνὴν μὲ τοὺς Ἁγίους «εἶμαι Χριστιανός». Καὶ μὲ τὴν ἀπότομον μεταβολὴν ἐξέπληξε αὐτοὺς ποὺ παρίσταντο, καὶ ἀνεπλήρωσε τὸν ἀριθμὸν καὶ μὲ τὴν πρόσθεσιν τοῦ ἑαυτοῦ του, ἐπαρηγόρησε τὴν λύπην των δι᾿ ἐκεῖνον ποὺ ἀπὸ ἀδυναμίαν ἐκάμφθη. Ἔτσι ἐμιμήθη τοὺς στρατιώτας ποὺ ἀγωνίζονται εἰς τὴν στρατιωτικὴν παράταξιν, καὶ οἱ ὁποῖοι ἀμέσως συμπληρώνουν τὴν θέσιν αὐτοῦ ποὺ ἔπεσεν εἰς τὴν πρώτην γραμμήν, ὥστε νὰ μὴ διαρραγῇ ὁ συνασπισμός τους μὲ αὐτὸν ποὺ ἔλειψε. Τέτοιαν λοιπὸν πρᾶξιν ἔκαμε καὶ αὐτός! Εἶδε τὰ οὐράνια θαύματα, ἐγνώρισε τὴν ἀλήθειαν, προσέφυγεν εἰς τὸν Δεσπότην καὶ συνηριθμήθη μὲ τοὺς μάρτυρας. Ἐπανέλαβε τὴν πρᾶξιν τῶν μαθητῶν. Ἀπεχώρησεν ὁ Ἰούδας, καὶ εἰς τὴν θέσιν του ἦλθεν ὁ Ματθίας. Ἔγινε μιμητὴς τοῦ Παύλου. Αὐτὸς ποὺ χθὲς ἦταν διώκτης, σήμερα γίνεται κῆρυξ τοῦ Εὐαγγελίου. Καὶ αὐτὸς εἶχεν ἀπὸ τὸν οὐρανὸν τὴν κλῆσιν καὶ «ὄχι ἀπὸ τοὺς ἀνθρώπους, οὔτε διὰ μέσου ἀνθρώπου». Ἐπιστευσεν εἰς τὸ ὄνομα τοῦ Κυρίου μᾶς Ἰησοῦ Χριστοῦ. Ἐβαπτίσθη εἰς αὐτόν, ὄχι ἀπὸ ἄλλον, ἀλλὰ μὲ τὴν πίστιν του. Ὄχι εἰς τὸ νερόν, ἀλλὰ εἰς τὸ αἷμα του.
Καὶ ἔτσι ὅταν ἐξημέρωσε, ἐνῷ ἐζοῦσαν ἀκόμη, ἐρρίφθησαν εἰς τὴν φωτιάν, καὶ τὰ λείψανα ἀπὸ τὴν φωτιάν, τὰ ἔρριψαν εἰς τὸ ποτάμι, ὥστε ἡ ἄθλησις τῶν μακαρίων ἐπέρασεν ἀπὸ ὁλόκληρον τὴν κτίσιν. Ἠγωνίσθησαν εἰς τὴν γῆν, ὑπέμειναν εἰς τὸν ἀέρα, ἐρρίφθησαν εἰς τὴν φωτιάν, καὶ τέλος, τοὺς ἐδέχθη τὸ νερόν. Ἰδικός των εἶναι ὁ λόγος· «ἐπεράσαμεν ἀπὸ τὴν φωτιὰν καὶ τὸ νερόν, καὶ μᾶς ἔβγαλεν εἰς ἀνάπαυσιν». Αὐτοὶ εἶναι ἐκεῖνοι ποὺ περιέβαλαν τὴν χώραν μας, ὡσὰν κάποιοι συνεχεῖς πύργοι, προσφέροντες ἀσφάλειαν ἀπὸ τὴν ἐπιδρομὴν τῶν ἐχθρῶν. Δὲν περιώρισαν τοὺς ἑαυτούς των εἰς ἕνα τόπον, ἀλλ᾿ ἔχουν γίνει κιόλας φίλοι εἰς πολλὰς περιοχὰς καὶ κοσμοῦν πολλὰς πατρίδας. Καὶ τὸ παράδοξον εἶναι ὅτι δὲν ἐπισκέπτονται ὁ καθένας χωριστὰ αὐτοὺς ποὺ τοὺς δέχονται, ἀλλ᾿ ὅλοι μαζὶ ὡς χορός, ἡνωμένοι μεταξύ των. Ὢ τί θαῦμα! Οὔτε εἶναι ἐλλιπεῖς εἰς τὸν ἀριθμόν, οὔτε ἐπιδέχονται προσθήκην. Ἐὰν τοὺς διαιρέσῃς εἰς ἑκατόν, δὲν βγαίνουν ἔξω ἀπὸ τὸν ἀριθμόν τους· ἐὰν εἰς ἕνα τοὺς μαζεύσῃς, καὶ ἔτσι σαράντα παραμένουν, ὅπως συμβαίνει καὶ μὲ τὴν φύσιν τοῦ πυρός. Διότι καὶ ἐκείνη προχωρεῖ πρὸς αὐτὸν ποὺ τὸ ἀνάπτει, καὶ ὅλον μένει εἰς αὐτὸν ποὺ τὸ ἔχει. Καὶ οἱ σαράντα μάρτυρες καὶ ὅλοι μαζὶ εἶναι, καὶ εὑρίσκονται ὅλοι εἰς τὸν καθένα. Αὐτοὶ εἶναι ἡ πλούσια εὐεργεσία, ἡ χάρις ποὺ δὲν ἐξοδεύεται, εἶναι ἑτοίμη βοήθεια τῶν Χριστιανῶν, ἐκκλησία μαρτύρων, στρατὸς τροπαιοφόρων, χορὸς ἀπὸ δοξολογοῦντες. Τί δὲν θὰ ἔπραττες διὰ νὰ εὕρῃς ἕνα ποὺ νὰ παρακαλῇ διὰ σὲ τὸν Κύριον; Σαράντα εἶναι, ποὺ ἀναπέμπουν σύμφωνον προσευχήν. «Ὅπου εἶναι μαζευμένοι δύο ἢ τρεῖς εἰς τὸ ὄνομα τοῦ Κυρίου, ἐκεῖ ὑπάρχει ὁ Κύριος ἀνάμεσα εἰς αὐτούς». Ὅπου ὅμως εἶναι σαράντα, ποιὸς ἀμφιβάλλει διὰ τὴν παρουσίαν τοῦ Θεοῦ; Αὐτὸς ποὺ θλίβεται καταφεύγει εἰς τοὺς σαράντα, αὐτὸς ποὺ εὐφραίνεται πρὸς αὐτοὺς σπεύδει· ὁ ἕνας μὲν διὰ νὰ εὕρῃ λύσιν εἰς τὰς δυσκολίας, ὁ ἄλλος δὲ διὰ νὰ διαφυλάξῃ εἰς τὸν ἑαυτόν του, ἀπὸ τὰ πιὸ καλά, τὰ ἀγαθά. Ἐδῶ ἡ εὐσεβὴς γυναῖκα συναντᾶται νὰ προσεύχεται διὰ τὰ τέκνα της, νὰ ζητῇ τὴν ἐπιστροφὴν τοῦ ἀνδρός της ἀπὸ τὴν ξενητείαν, τὴν ὑγείαν διὰ τὸν ἄρρωστον. Τὰ αἰτήματά σας ἂς γίνουν μαζὶ μὲ τοὺς μάρτυρας· οἱ νεαροὶ ἂς μιμηθοῦν τοὺς συνομήλικάς των, οἱ πατέρες ἂς εὐχηθοῦν νὰ εἶναι πατέρες τέτοιων παιδιῶν. Αἱ μητέρες ἂς διδαχθοῦν τὸ παράδειγμα τῆς καλῆς μητρός. ἡ μητέρα κάποιου ἀπὸ τοὺς μακαρίους ἐκείνους, ὅταν ἀντικρυσε τοὺς ἄλλους νὰ ἔχουν κιόλας πεθάνει ἀπὸ τὸ ψῦχος, τὸ παιδί της δὲ ἀκόμη νὰ ἀναπνέῃ λόγω καὶ τῆς ρωμαλεότητος καὶ τῆς καρτερίας εἰς τὰ δεινά, καὶ ἐνῷ οἱ δήμιοι τὸ ἄφηναν μὲ τὴν ἰδέαν ὅτι θὰ ἠμποροῦσε νὰ ἀλλάξῃ γνώμην, αὐτὴ ἀφοῦ τὸ ἐσήκωσε μὲ τὰ χέρια της, τὸ ἔβαλεν ἐπάνω εἰς τὸ ἁμάξι, εἰς τὸ ὁποῖον εὐρισκόμενοι καὶ οἱ ὑπόλοιποι, ὡδηγοῦντο εἰς τὴν φωτιάν, γνησία πράγματι μητέρα μάρτυρος. Δὲν ἄφησε δάκρυα ἀπρεπῆ, δὲν ἐξεστόμισε κάτι τί τὸ ταπεινὸν καὶ ἀνάξιον πρὸς τὴν περίστασιν. Ἀλλ᾿ εἶπε «βάδιζε, παιδί μου, τὸν καλὸν δρόμον, μαζὶ μὲ τοὺς συνομηλίκους σου, μαζὶ μὲ τοὺς ὁμοσκήνους. Μὴ ἀπουσιάσῃς ἀπὸ τὴν χορείαν, μὴ ἐμφανισθῇς δεύτερος ἀπὸ τοὺς ἄλλους εἰς τὸν Κύριον». Πράγματι ὑπῆρξε βλαστάρι καλόν, ἀπὸ καλὴν ρίζαν. Ἔδειξεν ἡ γενναία μητέρα ὅτι τὸν εἶχεν ἀναθρέψει μὲ τὰ δόγματα τῆς πίστεως μᾶλλον, παρὰ μὲ τὸ γάλα της. καὶ αὐτὸς μὲν ἔτσι ἀφοῦ ἀνετράφη, ἔτσι κατευωδώθη ἀπὸ τὴν εὐσεβῆ μητέρα του, ὁ δὲ διάβολος ἔφυγεν ἐντροπιασμένος. Διότι ἀφοῦ ἐξεσήκωσεν ἐναντίον αὐτῶν ὁλόκληρον τὴν κτίσιν, ὅλα τὰ εὑρῆκε νὰ νικώνται ἀπὸ τὴν ἀρετὴν τῶν ἀνδρῶν δηλαδὴ τὴν ἀνεμοτάρακτον νύκτα, τὴν πατρίδα μὲ τὸν βαρὺν χειμῶνα, τὴν ἐποχὴν τοῦ ἔτους, τὴν γύμνιαν τῶν σωμάτων. Ὢ τί ἅγιος χορός! Ὢ τί σύνταγμα ἱερόν! Ὢ τί ἀδιάσπαστος συνασπισμός! Ὢ τί κοινοὶ φρουροὶ τοῦ ἀνθρωπίνου γένους! Ἀγαθοὶ συμμέτοχοι εἰς τὰς φροντίδας, συνεργοὶ εἰς τὴν προσευχήν, πρεσβευταὶ δυνατώτατοι, ἄστρα τῆς οἰκουμένης, ἄνθη τῶν Ἐκκλησιῶν. Δὲν σᾶς ἐκάλυψε τὸ χῶμα, ἀλλὰ ὁ οὐρανὸς σᾶς ὑπεδέχθη. ἀνοίχθησαν εἰς σᾶς αἱ πύλαι τοῦ παραδείσου. Ἄξιον θέαμα εἰς τὴν Ἀγγελικὴν στρατιάν, ἀντάξιον τῶν πατριαρχῶν, τῶν προφητῶν, τῶν δικαίων. Ἄνδρες ἐπάνω εἰς τὸ ἄνθος τῆς νεότητος ποὺ κατεφρόνησαν τὴν ζωήν, ποὺ περισσότερον ἀπὸ τοὺς γονεῖς καὶ ἀπὸ τὰ τέκνα τοὺς ἠγάπησαν τὸν Κύριον. Ἐνῷ διῆγον αὐτὸ τὸ ἄνθος τῆς ἡλικίας, περιεφρόνησαν τὴν πρόσκαιρον ζωὴν διὰ νὰ δοξάσουν μὲ τὰ μέλη των τὸν Θεόν, «μὲ τὸ νὰ γίνουν θέαμα εἰς τὸν κόσμον καὶ τοὺς ἀγγέλους καὶ τοὺς ἀνθρώπους», ἐσήκωσαν αὐτοὺς ποὺ εἶχαν πέσει, ἐστερέωσαν τοὺς ἀμφιβόλους, ἐδιπλασίασαν τὸν πόθον εἰς τοὺς εὐσεβεῖς. Ὅλοι, ἀφοῦ ὕψωσαν ἕνα τρόπαιον ὑπὲρ τῆς πίστεως, μὲ ἕνα καὶ τὸ αὐτὸ στεφάνι τῆς δικαιοσύνης ἐστεφανώθησαν ἐν Χριστῷ Ἰησοῦ, ποὺ εἶναι ὁ Κύριός μας, εἰς τὸν ὁποῖον πρέπει ἡ δόξα καὶ ἡ δύναμις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.




πηγή: http://users.uoa.gr/~nektar/orthodoxy/paterikon/basil_the_great_homilia_40_martyrs.htm

Παρασκευή 20 Ιανουαρίου 2012

Παρακλητικός κανόνας εις τον Όσιον και Θεοφόρον Πατέρα ημών ΕΥΘΥΜΙΟΝ τον Μέγαν (+ 20 Ιανουαρίου)



ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ 
ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ
ΕΥΘΥΜΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

Εὐλογήσαντος τοῦ ἱερέως λέγομεν τον Ψαλμόν 142. 
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σοῦ, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθησέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμι.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.β΄.Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.γ΄.Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Ἦχος δ'. Ὁ ὑψωθεῖς
Τῆς εὐθυμίας ὁ φερώνυμος πάτερ, τῆς ἐν Χριστῷ μὲ εὐθυμίας δοχεῖον, ἀνάδειξον ταῖς θείαις σου Εὐθύμιε εὐχαῖς, ἴνα εὐγνωμόνως σε, ἐν ψαλμοῖς μεγαλύνω καὶ εὐσήμω στόματι ἀνακράζω τοιαῦτα· χαίροις Ὁσίων κλέος τὸ λαμπρὸν, καὶ μοναζόντων σεπτὸν ἀκροθίνιον.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Τῆς εὐθυμίας ὁ φερώνυμος πάτερ, τῆς ἐν Χριστῷ μὲ εὐθυμίας δοχεῖον, ἀναδεῖξον ταῖς θείαις σου Εὐθύμιε εὐχαῖς, ἴνα εὐγνομόνως σε, ἐν ψαλμοῖς μεγαλύνω καὶ εὐσήμω στόματι ἀνακράζω τοιαῦτα· χαίροις Ὁσίων κλέος τὸ λαμπρὸν καὶ μοναζόντων σεπτὸν ἀκροθίνιον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ ψαλμός.
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Ὁ Κανὼν τοῦ Ὁσίου φέρων ἀκροστοιχίδαν ἐν τοῖς Θεοτοκίοις καὶ τὴ θ' ὠδὴ «Κωνσταντίνου»

Ὠδὴ α'. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας

Ἅγιε του Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Εὐθύμιε πάτερ ἀγγελικῶς, βιώσας ἐν κόσμῳ, θείων ἔτυχες δωρεῶν, καὶ δόξης ἠξίωσαι ἀφράστου, ἐν οὐρανοῖς σὺν Ὁσίων τοῖς τάγμασι.

Ἅγιε του Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τρωθείς τῇ ἀγάπη τοῦ Ἰησοῦ, ἠγήσω τὰ πάντα ὄναρ Ὅσιε καὶ σκιᾶν, διό τῆς αὐτῶν πάτερ μερίμνης ταῖς σαῖς πρεσβείαις τοὺς παίδας σου λύτρωσαι.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Φωνῇ ὑπακούσας τῇ θεϊκῇ, καλῶς ἐπορεύθης τὴν εὐθείαν πάτερ ὁδόν, ἥν δίδου κἀμοὶ καλῶς βαδίζειν σαῖς ἱκεσίαις τρισμάκαρ Εὐθύμιε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Κινδύνοις χειμάζομαι χαλεποῖς καὶ θλίψις με ἔχει, Παντευλόγητε Μαριάμ, σὺ δ' ἡ γηγενῶν παραμυθία, τὸν σὸν οἰκέτην καλῶς παραμύθησον.

Ὠδὴ γ'. Σὺ εἶ τὸ στερέωμα

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅσιε Εὐθύμιε, τῶν λογισμῶν τῶν θλιβόντων με, ἀπάλλαξον θείαις σου πρεσβείαις, πρὸς Χριστὸν ὅν ἐδόξασας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Δίδου μοὶ ταπείνωσιν, δίδου μοι πάτερ κατάνυξιν, δίδου σωτηρίας μοι τὸν πόθον, σαῖς λιταῖς, ὢ Εὐθύμιε.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Φρόνημα τὸ ἄστατον, ἐκ τῆς ψυχῆς μου ἐκρίζωσον εὐχῶν σου ἁγίων τῇ ἀξίνῃ, θεοφόρε Εὐθύμιε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὢ Μῆτερ Πανάμωμε, τὸν κεκλεισμένον Παράδεισον, διήνοιξας οὗ καμὲ πολίτην, ταῖς εὐχαῖς σου ἀνάδειξον.

Διάσωσον τοὺς ὑμνητάς σου Εὐθύμιε Θεοφόρε, ἀπὸ κινδύνων δεινῶν καὶ κακώσεων, ταῖς πρὸς τὸν Κτίστην πρεσβείαις σου εὐπροσδέκτοις.

Ἐπίβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου το άλγος.

Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β'. Πρεσβεία θερμὴ
Πρεσβεία τὴ σή, Εὐθύμιε μακάριε, ἠμᾶς τοὺς πιστῶς ὑμνοῦντας σὲ διασωσον, συμφορῶν καὶ θλίψεων, καὶ παντοίων ἄλλων κακώσεων. Τὴ γὰρ Ὁσία πάτερ σου ζωή, Χριστὸν τὸν Θεὸν ἠμῶν ἐδόξασας.


Ὠδὴ δ'. Εἰσακήκοα Κύριε

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Χαμερπὲς ἔχων φρόνημα, ἐν τῇ γῆ τρισμάκαρ δεινῶς καθέλκομαι, ἀλλὰ σὺ οὖν με ἀνάστησον, ταῖς ἁγίαις εὐχαῖς σου Εὐθύμιε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς ψυχῆς κατερρύπωσα, τὸν λευκόχρουν πάτερ χιτῶνα πταίσμασι, ἀλλὰ σὺ αὐτὸν Εὐθύμιε, τῇ ἁγίᾳ σου χάριτι κάθαρον.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Τὴν εἰρήνην σου δώρησον, ὦ Χριστὲ τῷ κόσμῳ σεπταῖς δεήσεσι, Εὐθυμίου τοῦ θεόφρονος, τοῦ ψυχῇ ὁλικῇ σε ποθήσαντος.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Νοσημάτων και θλίψεων, ρῦσαι τούς οἰκέτας σου Μητροπάρθενε, τούς κυρίως Θεοτόκον σε, ἀνυμνούντας ἀεί καί γεραίροντας.

Ὠδή ε'. Φώτισον ἡμᾶς

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Στήριξον ἡμᾶς, τῶν εὐχῶν σου τὸ στηρίγματι, τοῦ ἐχθροῦ γὰρ τοῦ δεινοῦ ταῖς προσβολαῖς, παμμακάριστε Εὐθύμιε κλονούμεθα.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Θλίψις με δεινή, περιέσχε ὦ Εὐθύμιε, ἥν ἐκδίωξον ταῖς θείαις σου λιταῖς, συμπαθείας γὰρ ὑπάρχεις μάκαρ ἔμπλεως.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Δάκρυα Χριστέ, μετανοίας δὸς τῷ δούλω σου, ἱκεσίαις Εὐθυμίου τοῦ σοφοῦ, τοῦ ἐν γῇ ἀσκητικῶς σὲ μεγαλύναντος.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων, Ἀμήν.
Σῶσον με ἁγνή, ἐκ παντοίων περιστάσεων, τὸν Σωτήρα γὰρ ἐκύησας Χριστόν, ἀπειράνδρως καὶ ἀφράστως Μητροπάρθενε.


Ὠδὴ στ'. Τὴν δέησιν ἐκχεῶ.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Δεσμοῖς μὲ τῆς ἁμαρτίας ἔδησεν, ὁ ἐχθρὸς ὁ παλαμναῖος δολίως, καὶ ἐν εἱρκτῇ παναθλία κρατοῦμαι, ἥν τοῖς ἐμοῖς κατεσκεύασα πταίσμασι· σπεῦσον οὖν πάτερ καὶ γενοῦ, λυτρωτής μου ταῖς θείαις πρεσβείαις σου.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀνῆλθες τῶν ἀρετῶν τῇ κλίμακι, πρὸς οὐράνιον Εὐθύμιε ὕψος, ἔνθα Χριστὸς τῷ στεφάνω τῆς νίκης, τὴν κεφαλήν σου ἐνδόξως κατέστεψεν· ὄθεν στεφάνωσον ἡμᾶς, ἀρετῶν τῷ στεφάνῳ πρεσβείαις σου.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Ὁ τόκος σου εὐθυμίας πρόξενος, τοῖς γονεύσι σου ἐγένετο πάτερ· ὄθεν λιταῖς σου Εὐθύμιε θείαις, τῆς ἐν Χριστῷ εὐθυμίας με πλήρωσον, ἵνα αὐτὸν δοξολογῶ καὶ γεραίρω τὰ ξένα σου τρόπαια.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τεκοῦσα τὸν τῆς εἰρήνης πρύτανιν, σοὶ προσφεύγω Μαριὰμ ἀνακράζων, τὸ τῶν πολέμων Θεόνυμφε νέφος τὰς τῶν ἀνθρώπων καρδίας ἐκάλυψεν, ὃ τῆς σῆς χάριτος φωτί, ἱκετεύω Παρθένε διάλυσον.

Διάσωσον τοὺς ὑμνητάς Εὐθύμιε θεοφόρε, ἀπὸ κινδύνων δεινῶν καὶ κακώσεων, ταῖς πρὸς τὸν Κτίστην πρεσβείαις σου εὐπροσδέκτοις.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β'. Τοῖς τῶν αἱμάτων
Καταλιπών τὰ ἐν κόσμω ὡς πάνσοφος, ὑπερκοσμίων χαρίτων ἡξίωσαι, διο σε τρισμάκαρ Εὐθύμιε, ἀνευφημοῦμεν καὶ πόθῳ κραυγάζομεν, ἱλέωσαι πάτερ τὸν Κύριον.

Προκείμενον. Ἦχος δ΄

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολὲς αὐτοῦ
θελήσει σφόδρα.

Ε Υ Α Γ Γ Ε Λ Ι Ο Ν.
Ἐκ τοῦ κατὰ Ματθαῖον (ΙΑ'. 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου· καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν , εἰ μή ὁ Πατήρ· οὐδέ τόν Πατέρα τις ἐπιγινώσκει, εἰμή ὁ Υἱός , καί ὧ ἐάν βούληται ὁ Υἱός ἀποκαλῦψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου έφ’ ὑμᾶς καί μάθετε ἀπ’ἐμοῦ ὅτι πρᾶος εἰμί καί ταπεινός τῇ καρδίᾳ, καί εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Ταῖς τού σου Ὁσίου, πρεσβαίαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων· Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβαίαις Ἐλεήμων, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου.


Ὅλην ἀποθέμενος, τὴν κοσμικὴν πραγματείαν, ὡς ἐχέφρων Ὅσιε, τοῦ Χριστοῦ τοῖς ἴχνεσι, ἠκολούθησας· καὶ καλῶς ὤδευσας, τὴν εὐθείαν, τρίβον, δι’ ἦλθες πρὸς τὴν ἄφθαρτον πόλιν Εὐθύμιε, ἔνθα τῶν σῶν πόνων ἀπέλαβες, τὰ γέρα καὶ ἠρίθμησαι, τοῖς τῶν Ἀσωμάτων στρατεύμασι. Ὅθεν τούς τελούντας, τὴν μνήμην σου τὴν παντιμον πιστῶς, ταῖς ἱεραῖς σου δεήσεσι, τῷ Χριστῷ προσάγαγε.

Σῶσον ὁ Θεὸς τῶν λαόν σου…

Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἀθυμίας με πάτερ, περιέχει ἡ ζάλη, θεῖε Εὐθύμιε, ἢν θείαις σου πρεσβείαις, ἐκδίωξον ἐν τάχει, ἀπ' ἐμοῦ τοῦ οἰκέτου σου· τῆς εὐθυμίας γὰρ σύ, ἐπώνυμος ὑπάρχεις.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Ἀμαράντινον στέφος, τῇ σεπτῇ κορυφή σου, Χριστὸς ἐπέθηκε, βραβεύσας σου τοὺς πόνους οὕς δι' αὐτὸν ἀνδρείως, ἐν ἀσκήσει ὑπήνεγκας. Αὐτὸν οὖν πάτερ ἀεί, ὑπὲρ ἡμῶν δυσώπει.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Νοσημάτων ποικίλων, συμπτωμάτων παντοίων, καὶ πάσης θλίψεως, ἀπάλλαξον τοὺς πίστει, τιμώντας σε βαθείᾳ, καὶ βοώντας τῷ Κτίσαντι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων· Ἀμήν.
Ἀειπάρθενε Κόρη, γηγενῶν προστασία, ἡ ἀκαταίσχυντος, ἐν βίου τῇ πορείᾳ, κἀμὲ τὸν σὸν οἰκέτην, ἱκετεύω προστάτευσον, ἐξ ὁρατῶν τε ἐχθρῶν, καὶ ἀοράτων ἅμα.

Ὠδὴ η'. Τὸν Βασιλέα

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Κατανοήσας, τῶν ἐν τῷ βίῳ πραγμάτων, τὸ ἐπίκηρον Εὐθύμιε θεόφρον, ἔσπευσας συνᾶψαι, σαυτὸν Χριστῷ προθύμως.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τὰς ἀλγηδόνας, τῆς παναθλίας ψυχῆς μου, τῇ βοτάνῃ τῶν ἁγίων εὐχῶν σου, ἴασαι καὶ σῶσον, Εὐθύμιε τρισμάκαρ.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Τῇ συντονίᾳ, τῶν ἐναρέτων σου τρόπων, εὐηρέστησας Εὐθύμιε τὸν Κτίστην, ὂν ὡς παρρησίαν πλουτών ἀεὶ δυσώπει.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων· Ἀμήν.
Νοός μου κόρη, τὴν χαλεπὴν σκοτομήνην, διασκέδασον τῇ σῇ ἀγλαΐᾳ, ἡ τὸ φῶς τοῦ κόσμου, τεκοῦσα ἀπειράνδρως.

Ὠδὴ θ'. Κυρίως Θεοτόκον

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τοὺς πίστει εὐφημούντας, σὲ ψαλμοῖς καὶ ὕμνοις, τῆς ἐν Χριστῷ σωτηρίας ἀξίωσον, ὁ τῆς ἐρήμου πολίτης, θεῖε Εὐθύμιε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰσχὺν Χριστὲ παράσχου, ἡμῖν τοῖς παναθλίως, πολεμουμένοις κακίᾳ τοῦ δράκοντος, τοῦ Εὐθυμίου πρεσβείαις, τοῦ σοῦ θεράποντος.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Νοσοῦντα με, κατ' ἄμφω, Ὅσιε Κυρίου, τῆς θεραπείας ἀξίωσον δέομαι· σὺ ἰατρὸς γὰρ ὑπάρχεις πάντων πανάριστος.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Ὁ Ὅσιος Κυρίου, ὁ δεδοξασμένος, ἂς σοὶ αἰτήσεις προσήνεγκον πλήρωσον, καὶ τῶν τῆς γῆς φθειρομένων δεῖξον ἀνώτερον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων· Ἀμήν.
Ὑπερευλογημένη, Ἄχραντε Μαρία, ὅν ἀπειράνδρως ἐκύησας Κύριον ὑπὲρ ἡμῶν ἐκδυσώπει, οἷα φιλεύσπλαχνος.

Μεγαλυνάρια
Ἄξιὸν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Χαίροις μοναζόντων ἡ καλλονή, ἀσκητῶν ἡ δόξα, καὶ Ὁσίων ἡ χαρμονή, χαίροις ἐκκλησίας, Χριστοῦ τὸ Θεῖον κλέος, σὲ οὖν ἀνευφημοῦμεν, πάτερ Εὐθύμιε.

Χριστοῦ τῷ θελήματι νουνεχῶς , ὑπείκων θεόφρον, κόσμου ἔλιπες τὰ τερπνά, καὶ τὴν τεθλιμμένην, ἐβάδισας πορείαν, καρτερικῶς ἐν κόσμω θεῖε Εὐθύμιε.

Ἐκ τῆς Ἀρμενίας ὥσπερ ἀστήρ, ἐξήστραψας πάτερ, καὶ ἀκτίσι σῶν ἀρετῶν, τῶν φαεινοτάτων, τὴν Οἰκουμένην πᾶσαν, λαμπρῶς καταφωτίζεις, θεῖε Εὐθύμιε.

Δάκρυσι, νηστείαις καὶ προσευχές, Ὅσιε καθάρας φιλοπόνως τὴν σὴν ψυχήν, οἶκος λαμπρὸς ὤφθης Τριάδος τῆς Ἁγίας· διὸ σὲ ἀνυμνοῦμεν πάτερ Εὐθύμιε.

Τῆς σαρκὸς τὸ βρίθος ἀσκητικῶς, Ὅσιε λεπτύνας ἀνεπτέρωσας σὴν ψυχήν, πρὸς τῆς ἀπαθείας, Εὐθύμιε τὸ ὕψος· διὸ θείων χαρίτων, ἐδείχθης τέμενος.

Σαυτὸν καθοπλίσας τῇ τοῦ Σταυροῦ, σοφὲ παντευχίᾳ, ὡς ἐχέφρων καὶ νουνεχής, φοβερὸς ἐφάνης, ἐχθροῖς τοῖς ἀοράτοις, Εὐθύμιε θεοφρον οὕς καὶ ἐτρόπωσας.

Εὐθύμιε κλέος τῶν ἀσκητῶν, καὶ Ἀνδρέα πάτερ ὁ τῆς Κρήτης θεῖος ποιμήν, σὺν τῷ Ἰωάννῃ τῷ Βαπτιστῇ ἀπαύστως Χριστὸν ὑπὲρ τοῦ κόσμου καθικετεύετε.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Ἅγιος ὁ Θεός, Ἅγιος ἱσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρις).

Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς, Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν, Ἁγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματὸς σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀγιασθήτω τὸ ὄνομὰ σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημὰ σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γής. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηρού.

Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Απολυτίκιον. 
Ἦχος γ'. Θείας Πίστεως.
Θείᾳ χάριτι ἡγλαϊσμένος, θεῖον ἤνυσας ἐν κόσμῳ βίον, τῶν μοναζόντων τὸ κλέος Εὐθύμιε· τῆς κοσμικῆς ἐκφυγών γὰρ συγχύσεως, ἀσκητικῶς τὸν ἐχθρὸν κατεπάλαισας· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Εἴτα ἐκετενὴς παρὰ τοῦ Ἱερέως καὶ ἀπόλυσις μεθ' ἧν ψάλλομεν τὸ κάτωθι τροπάριον.

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου
Κόσμου τὰ ἡδέα καὶ τερπνά, ἔλιπες Χριστὸν ἀγαπήσας, τελειωτάτω νοΐ, χαίρων δὲ κατώκησας, ἐν τῇ ἐρήμω σοφέ, ἔνθα θείοις παλαίσμασι, καὶ πόνοις ἀτρύτοις, ἀνδρικῶς ἐνίκησας, τὸν πολυμήχανον. Ὅθεν της αὐτοῦ κακουργίας, λύτρωσαι ἡμᾶς ταῖς εὐχαίς σου, Ὅσιε Εὐθύμιε μακάριε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πάσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν μὲ ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱερεύς: Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς

Ὁ Χορός: Ἀμήν. 
Πηγή: http://paterikakeimena.blogspot.com/2012/01/blog-post_19.html


ΓΙΑ ΤΟΝ BΙΟ ΤΟΥ ΑΓΙΟΥ ΕΥΘΥΜΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
 βλ. εδώ:
 

Τετάρτη 11 Ιανουαρίου 2012

"Πάθη και αρετές στη διδασκαλία του Αγίου Γρηγορίου Παλαμά" (Ανέστη Κεσελόπουλου)

Ανέστη Κεσελόπουλου,
"Πάθη και αρετές στη διδασκαλία 
του Αγίου Γρηγορίου Παλαμά"


Το βιβλίο αυτό αποτελεί τη διδακτορική διατριβή του κ. Ανέστη Κεσελόπουλου και ασχολείται με το θέμα των παθών και αρετών στη διδασκαλία του Αγίου Γρηγορίου Παλαμά. 
Ένα θαυμάσιο βιβλίο. Αξίζει να το μελετήσετε.
(Δυστυχώς είναι μόνο γιά ανάγνωση).

 
Περισσότερα γιά τον Άγιο Γρηγόριο τον Παλαμά μπορείτε να διαβάσετε σε ένα αφιέρωμα του Περιοδικού "Πεμπτουσία¨ σε τρείς συνέχειες.

1. Ο Άγιος Γρηγόριος Αρχιεπίσκοπος Θεσσαλονίκης ο Παλαμάς (μέρος 1ο /3)

2. Ο Άγιος Γρηγόριος Αρχιεπίσκοπος Θεσσαλονίκης ο Παλαμάς (μέρος 2ο /3)

3.  Ο Άγιος Γρηγόριος Αρχιεπίσκοπος Θεσσαλονίκης ο Παλαμάς (μέρος 3ο /3)

Παρασκευή 6 Ιανουαρίου 2012

ΧΑΡΕΤΙΣΜΟΙ ΣΤΟΝ ΤΙΜΙΟ ΠΡΟΔΡΟΜΟ ΚΑΙ ΒΑΠΤΙΣΤΗ ΙΩΑΝΝΗΝ...


Χαιρετιστήριοι οίκοι εις τον Μέγαν Βαπτιστήν, Προφήτην

και Πρόδρομον του Σωτήρος 

Άγιον Ιωάννην

Κοντάκιον. Ήχος πλ. δ'. Τη υπερμάχω.
Ως του Σωτήρος Βαπτιστήν και θείον Πρόδρομον
Και των Αγίων πάντων πρόκριτον και μείζονα
Ανυμνούμέν σε μακάριε Ιωάννη.
Αλλ' ως κήρυξ μετανοίας μεγαλόφωνος
Μετανοίας τω φωτί ημάς καταύγασον
Τους βοώντας σοι, χαίροις μέγιστε Πρόδρομε.

Άγγελος εν τω κόσμω, ως βροτών πάντων μείζων, εδείχθης Βαπτιστά Ιωάννη, (εκ γ΄) και παρέχεις άπασιν ημίν, την σην πλουσίαν εν πάσιν αντίληψιν διο το μεγαλείόν σου, θαυμάζοντες αναβοώμεν·


Χαίρε δι' ου η Τριάς μυείται· 
χαίρε δι' ου ο Σατάν σοβείται.
Χαίρε Ζαχαρίου χαρά υπερκόσμιος· 
χαίρε Ελισάβετ βλαστός θεοδώρητος.
Χαίρε ύψος δυσαντίβλεπτον αρετών υπερφυών· 
χαίρε βάθος πολυθρύλητον δωρημάτων θεϊκών.
Χαίρε ότι υπάρχεις των Αγίων ακρότης· 
χαίρε ότι τυγχάνεις Προφητών ωραιότης.
Χαίρε Χριστού Προφήτης και Πρόδρομος· 
χαίρε παθών απάντων ανώτερος.
Χαίρε δι' ου ο Χριστός εβαπτίσθη· 
χαίρε δι' ου ο εχθρός εμισήθη.
Χαίροις μέγιστε Πρόδρομε.


Βλέψας ο Ζαχαρίας, Ιωάννη Προφήτα, θυμιών εν τω ναώ Κυρίου, τον Άγγελον Θεού Γαβριήλ, παρ' αυτού την σην γέννησιν μεμύηται· αλλ' απιστήσας το πρότερον, είτα λαλήσας ανεβόα·
Αλληλούϊα.

Γεννηθείς εκ της στείρας, Ιωάννης ο πάνυ, έλυσε πατρός την αφωνίαν, και χαράς πάσαν την Ορεινήν, έπλησεν ως των κρειττόνων προάγγελος· διο συν τω Ζαχαρία τούτω άπαντες ανεβόων·

Χαίρε η λύσις της αφωνίας· 
χαίρε η λήξις της αθυμίας.
Χαίρε των μελλόντων καλών ο προάγγελος· 
χαίρε χαρισμάτων των θείων ανάπλεως.
Χαίρε δένδρον το κατάκαρπον επιπνοίας θεϊκής· 
χαίρε φοίνιξ ο υψίκομος χάριτος Προφητικής.
Χαίρε ότι προήλθες παραδόξως εκ στείρας· 
χαίρε ότι προλάμπεις φως ζωής της αγίας. 
Χαίρε βλαστός της θείας χρηστότητος· 
χαίρε κρατήρ Θεού αγαθότητος.
Χαίρε Χριστού προαγγέλλων τον τόκον· 
χαίρε παθών διαλύων τον ζόφον.
Χαίροις μέγιστε Πρόδρομε.


Δύναμιν εν ερήμω, άνωθεν ενεδύσω, οικήσας εν αυτή από βρέφους, ως πέφευγας μετά της μητρός, την του Ηρώδου φρικτήν βρεφοκτονίαν· διο και πόθω έψαλλες, ως άγγελος Θεώ Προφήτα·
Αλληλούϊα.


Ερημον κατοικήσας, από βρέφους Προφήτα, ισάγγελος εν πάσιν εδείχθης, και νόμου σφραγίς και Προφητών, και απαρχή της νέας Χριστού χάριτος· διό καθάπερ άγγελον, υμνούμέν σε πόθω βοώντες·

Χαίρε το θρέμμα το της έρημου·
χαίρε ο φίλος ο του Κυρίου.
Χαίρε Προφητών και του νόμου εκσφράγισμα· 
χαίρε δωρεών θεοσδότων θησαύρισμα.
Χαίρε άγγελος εν σώματι ως Αγγέλων μιμητής·
χαίρε άσαρκος εν σκάμμασιν ως θεόφρων ασκητής.
Χαίρε ότι Κυρίου προκηρύττεις την χάριν·
χαίρε ότι κινδύνων κατευνάζεις την ζάλην.
Χαίρε αστήρ της χάριτος μέγιστος·
χαίρε φωστήρ του Πνεύματος έκλαμπρος.
Χαίρε Θεού μυστηρίων επόπτα·
χαίρε κλεινέ Βαπτιστά και θεόπτα.
χαίροις μέγιστε Πρόδρομε.


Ζων ζωήν την αγίαν, εν ερήμω Προφήτα, εξέβης τους της φύσεως όρους· ακρίδας γαρ είχες ως τροφήν, και μέλι άγριον στερρώ φρονήματι· τω γλυκασμώ τω θείω γαρ, ενετρύφας Θεώ κραυγάζων·
Αλληλούϊα.


Ημφιέννυσο τρίχας, της καμήλου Προφήτα, και ζώνην την οσφύν δερμάτινην, και πάσιν εκήρυττες βοών· Μετανοείτε, ο Χριστός γαρ ήγγικε, ζωήν πάσι δωρούμενος· διό σοι πάντες εκβοώμεν·

Χαίρε ο κήρυξ της μετανοίας·
χαίρε ο ρύστης της απονοίας.
Χαίρε των Αγγέλων τον βίον μιμούμενος·
χαίρε των μελλόντων την γνώσιν τυπούμενος.
Χαίρε ρήτωρ μεγαλόφωνος βασιλείας ουρανών· 
χαίρε γλώσσα θεοκίνητος απορρήτων αγαθών. 
Χαίρε ο εν νηδύϊ τον Χριστόν προσκυνήσας· 
χαίρε ο τοις ανθρώποις τούτον καθυποδείξας. 
Χαίρε Χριστού θεόπνευστον όργανον· 
χαίρε ψυχών εκπλύνων τον βόρβορον. 
Χαίρε χρησμόν δεδεγμένος θεόθεν· 
χαίρε ημών προστατεύων υψόθεν·
χαίροις μέγιστε Πρόδρομε.

Θείον ρήμα εδέξω, εκ Θεού εν ερήμω, και ελήλυθας πάσι κηρύττων, βάπτισμα μετανοίας σοφέ, εν τη του Ιορδάνου περιχώρω· και πάντες σοι προσήρχοντο, και εβαπτίζοντο βοώντες·
Αλληλούϊα.


Ιησούν τον Σωτήρα, τοις λαοίς εν ερήμω, υπέδειξας Προφήτα κραυγάζων· Ίδε ο αμνός του Θεού, ο τα του κόσμου αίρων αμαρτήματα· διό το υπεραίρόν σου αξίωμα υμνούντες βοώμεν·

Χαίρε ο άϋλος εν τη όλη·
χαίρε ο άσαρκος εν ασκήσει.
Χαίρε μυστηρίων των θείων διάκονε·
χαίρε μετανοίας αγίας διδάσκαλε.
Χαίρε ρείθρον διειδέστατον οικτιρμών των θεϊκών·
χαίρε σκεύος χρυσοκόλλητον αρετών ασκητικών.
Χαίρε ότι κηρύττεις τοις λαοίς σωτηρίαν·
χαίρε ότι παρέχεις ζωτικήν χορηγίαν.
Χαίρε Χριστού κηρύξας την σάρκωσιν·
χαίρε λαοίς εκφήνας την άφεσιν.
Χαίρε φωτός ουρανίου δοχείον·
χαίρε πολλών χαρισμάτων ταμείον·
χαίροις μέγιστε Πρόδρομε.


Κήρυξ προαπεστάλης, ως φησιν ο Προφήτης, ελεύσεως ημίν του Σωτήρος, ον και βαπτίσας σωματικώς, εν τοις του Ιορδάνου θείοις νάμασιν, Ιωάννη πολλής χάριτος, ηξιώθης ανακράζων·
Αλληλούϊα.


Λάμπων τη πολιτεία, ηξιώθης βαπτίσαι, Χριστόν εν Ιορδάνη Προφήτα, και φωνής ήκουσας Πατρικής, και ως περιστεράν Πνεύμα το Άγιον, επ' αυτόν εώρακας· διό σοι πάντες αναβοώμεν·

Χαίρε θεάμων των αθεάτων· 
χαίρε επόπτα ξένων πραγμάτων.
Χαίρε ο βαπτίσας Χριστόν εν τοις ύδασι·
χαίρε ο φωτίσας ημάς θείοις ρήμασι.
Χαίρε ότι φωνής ήκουσας ουρανόθεν Πατρικής·
χαίρε ότι κατηξίωσαι όψεως θεαρχικής.
Χαίρε ο κατοπτεύσας το Πανάγιον Πνεύμα·
χαίρε ο κατακλύσας το ολέθριον ρεύμα.
Χαίρε ιδών τα πάσιν αθέατα·
χαίρε ορών βροτοίς τα ανέφικτα.
Χαίρε Προφήτα ο μείζων απάντων·
χαίρε ανθρώπων αλγήματα παύων·
Χαίροις μέγιστε Πρόδρομε.


Μέγας εν τοις Αγίοις, ως υπέρτερος πάντων, βροτών εν γεννητοίς Ιωάννη, εδείχθης, ω χαρίτων των σών! τίς γαρ άλλος ολβιώτερος πέφηνε, πλην σου ω πανθαύμαστε; Χριστόν γαρ εβάπτισας κράζων·
Αλληλούϊα.


Νόμου προκινδυνεύων, ήλεγχες Ιωάννη, Ηρώδου την παράνομον πράξιν, παρ' ου εκτμηθείς την κεφαλήν, τοις εν Άδη κήρυξ Χριστού και προάγγελος, έδραμες αυτόν κηρύττων, ελευσόμενον τοις βοώσι·

Χαίρε το στόμα της παρρησίας· 
χαίρε το όμμα της συμπαθείας.
Χαίρε ο ελέγξας Ηρώδου την άνοιαν·
χαίρε ο εκτίλας των παθών την άκανθαν.
Χαίρε κήρυξ και προάγγελος τοις εν Άδη του Χριστού·
χαίρε άνθος ευωδέστατον προσταγμάτων του Θεού.
Χαίρε ότι ξηραίνεις την ιλύν αμαρτίας·
χαίρε ότι εκφαίνεις την ισχύν απαθείας.
Χαίρε πηγή ιάσεις πηγάζουσα·
χαίρε λαμπάς ημάς καταλάμπουσα.
Χαίρε Χριστόν κατιδών και βαπτίσας·
χαίρε εχθρού την απάτην εκτρίψας·
χαίροις μέγιστε Πρόδρομε.

Ξένος των εν τω κόσμω, ανεδείχθης Προφήτα, και ώφθης υπερκόσμιος όντως· τις γαρ ουκ εξίσταται εν σοί; της γαρ κορυφής ήψω του Παντάνακτος· διό την σην λαμπρότητα, αγόμενοι Χριστώ βοώμεν·
Αλληλούϊα.


Ολος λελαμπρυσμένος, όλος δεδοξασμένος, ως μέγας Βαπτιστής του Σωτήρος, πέλων Ιωάννη θαυμαστέ, εξιστάς άπαντας τοις μεγαλείοις σου, και χάριν νέμεις άφθονον, τοις ευλαβώς σοι εκβοώσι·

Χαίρε ο πάμφωτος εωσφόρος· 
χαίρε ο άνωθεν σελασφόρος. 
Χαίρε εγκράτειας εικών θεοτύπωτος· 
χαίρε απαθείας λειμών θεοφύτευτος. 
Χαίρε ήλιε πολύφωτε αρετών ασκητικών· 
χαίρε άρουρα κατάκαρπε ψυχοτρόφων αγαθών. 
Χαίρε ότι ετμήθης παρ' Ηρώδου την κάραν· 
χαίρε ότι βραβεύεις την γαλήνιον αύραν. 
Χαίρε πιστών ατίνακτον έρεισμα· 
χαίρε ημών χαρά και εδραίωμα. 
Χαίρε παθών καταστέλλων την ρύμην· 
χαίρε ψυχών θεραπεύων την λύμην·
χαίροις μέγιστε Πρόδρομε.


Πότον άσεμνον άγων, μετά των μεγιστάνων, Ηρώδης επί τοις γενεθλίοις, απέτεμε την σην κεφαλήν, μη αιδεσθείς σου το αιδέσιμον Πρόδρομε, ημείς δε σε γεραίροντες, τη Τριάδι πιστώς βοώμεν
Αλληλούϊα.


Ρείθροις των σων αιμάτων, η Χριστού Εκκλησία, την εαυτής βάψασα πορφύραν, δοξάζει τον νυμφίον Χριστόν, και σε ως νυμφοστόλον θεοτίμητον, γεραίρει θείε Πρόδρομε, και κατά χρέος εκβοά σοι·

Χαίρε ο οίκος του Παρακλήτου·
χαίρε ο Πρόδρομος του Κυρίου.
Χαίρε μυροθήκη αγνείας μυρίπνοος·
χαίρε ευσέβειας λυχνία αείφωτος.
Χαίρε φίλος οικειότατος του Παντάνακτος Χριστού·
χαίρε στύλος απερίτρεπτος του θεόφρονος λαού.
Χαίρε του Ιορδάνου αγιάσας την χώραν·
χαίρε του σαρκωθέντος μεγαλύνας την δόξαν.
Χαίρε μορφή Αγγέλοις αιδέσιμος·
χαίρε στερρός δαιμόνων αντίπαλος.
Χαίρε Χριστού την χρηστότητα φαίνων·
χαίρε χαράν ημίν άληκτον φέρων·
χαίροις μέγιστε Πρόδρομε.


Συστείλαντες το θείον, και πανάγιον σώμα, το σον οι ιεροί μαθηταί σου, κατέβηκαν εν τάφω αυτό, υμνούντες τα θείά σου προτερήματα, μεγαλώνυμε Πρόδρομε, και τω Σωτήρι ανεβόων·
Αλληλούϊα.


Την αγίαν σου κάραν, ως αγίασμα θείον, και Πνεύματος αγίαν εστίαν, φανείσαν εκ λαγόνων της γης, περικυκλούντες πιστώς προσπτυσσόμεθα, αγιασμόν λαμβάνοντες, εξ αυτής και πιστώς βοώμεν·

Χαίρε Κυρίου ο παραστάτης· 
χαίρε ο μέγας ημών προστάτης.
Χαίρε των Αγίων απάντων υπέρτερος· 
χαίρε των Οσίων Πατέρων ο όρχαμος.
Χαίρε όρος αληθέστατος παρθενίας ευαγούς· 
χαίρε λύρα θεοκίνητος κατευφραίνουσα πιστούς. 
Χαίρε ότι ιθύνεις μετανοίας προς τρίβον· 
χαίρε ότι ξηραίνεις βορβορώδες παν ρείθρον. 
Χαίρε πιστών σεπτόν αγαλλίαμα· 
χαίρε ημών το θείον εντρύφημα. 
Χαίρε σεμνών ασκητών αρχηγέτης· 
χαίρε των σων φοιτητών ποδηγέτης·
χαίροις μέγιστε Πρόδρομε.


Υψηλόν βίον έχων, ως εκ μητρός νηδύος, Ιωάννη καθηγιασμένος, εξιστάς τη ση περιωπή, τους καθορώντάς σε οιάπερ άγγελον, μετά σώματος βιούντα, και πάντες Θεώ ανεβόων·
Αλληλούϊα.


Φρίττουσι των δαιμόνων, την πλουσίαν σου χάριν, μεγαλώνυμε Προφήτα τα στίφη, οι δε πιστοί χαίρουσιν εν σοι, της θαυμαστής αρωγής σου τας χάριτας, καθ' εκάστην καρπούμενοι, και ευλαβώς σοι εκβοώμεν·

Χαίρε ο μέγας εν προστασίαις·
χαίρε ο ρύστης εν απορίαις.
Χαίρε χαρισμάτων πλουσίων συμφόρημα·
χαίρε ευσπλαγχνίας της θείας απόρροια.
Χαίρε σάλπιγξ μεγαλόφωνος οικτιρμών των θεϊκών·
χαίρε όρμος ακλυδώνιστος των εν θλίψεσι ψυχών.
Χαίρε ότι πηγάζεις γλυκασμόν σωτηρίας·
χαίρε ότι σκεδάζεις την αχλύν ραθυμίας.
Χαίρε γλυκύς και χάριτος έμπλεως·
χαίρε ημών ακοίμητος έφορος.
Χαίρε δι' ου ο Σατάν κατοιμώζει·
χαίρε δι' ου ο Σωτήρ ημάς σώζει·
χαίροις μέγιστε Πρόδρομε.


Χάριτος νέας κήρυξ, Πρόδρομε Ιωάννη, χαρίτωσον ημών τας καρδίας· σε γαρ προστάτην και βοηθόν, και προς τον Χριστόν πρεσβευτήν θερμότατον, κεκτήμεθα πανάγιε, και σοι προσιόντες βοώμεν·
Αλληλούϊα.


Ψάλλοντές σου τους ύμνους,, Πρόδρομε Ιωάννη, υμνούμέν σου το μέγιστον κλέος· μέγας γαρ ενώπιον Θεού, ως έφη ο Άγγελος εχρημάτισας· διό εκ της μεγίστης σου, χάριτος δίδου τοις βοώσι·

Χαίρε ο μείζων πάντων Αγίων· 
χαίρε Αγγέλων ουδέν ελάττων. 
Χαίρε Αποστόλων σεπτόν ακροθίνιον· 
χαίρε, θλιβομένων ψυχών παραμύθιον. 
Χαίρε τείχος ακατάβλητον Εκκλησίας του Χριστού· 
χαίρε ξίφος τέμνον άπασαν την μανίαν του εχθρού. 
Χαίρε Προφητομάρτυς Πρόδρομε Ιωάννη· 
χαίρε ο Χριστοκήρυξ Πνεύματος εν δυνάμει. 
Χαίρε λαμπτήρ ψυχής μου και ήδυσμα· 
χαίρε τρυφή νοός μου και στήριγμα. 
Χαίρε δι' ου σωτηρίαν ελπίζω· 
χαίρε δι' ου την ζωήν μου ρυθμίζω·
χαίροις μέγιστε Πρόδρομε.

Ω Προφήτα Κυρίου, μεγαλώνυμε κήρυξ, υπέρτερε Αγίων και μείζων, (εκ γ΄) δέξαι εκ χειλέων ρυπαρών, ως προσφοράν καί ευώδες θυμίαμα, το παρόν μου εφύμνιον, και βοήθει μοι ίνα κράζω·
Αλληλούϊα.

Κοντάκιον. Ήχος πλ. δ'. Τη υπερμάχω.
Ως του Σωτήρος Βαπτιστήν και θείον Πρόδρομον
Και των Αγίων πάντων πρόκριτον και μείζονα
Ανυμνούμέν σε μακάριε Ιωάννη.
Αλλ' ως κήρυξ μετανοίας μεγαλόφωνος
Μετανοίας τω φωτί ημάς καταύγασον
Τους βοώντας σοι, χαίροις μέγιστε Πρόδρομε.

Δίστιχον
Μετανοίαν δίδου μοι Πρόδρομε θείε
Γερασίμω πλέξαντι τους δε σοι Οίκους.

(ΠΟΙΗΜΑ του μακαριστού Αγιορείτου Μοναχού γ. ΓΕΡΑΣΙΜΟΥ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ, Υμνογράφου της Μεγάλης του Χριστού Εκκλησίας).

πηγή: http://paterikakeimena.blogspot.com/2011/08/blog-post_8544.html