Παρασκευή 20 Ιανουαρίου 2012

Παρακλητικός κανόνας εις τον Όσιον και Θεοφόρον Πατέρα ημών ΕΥΘΥΜΙΟΝ τον Μέγαν (+ 20 Ιανουαρίου)



ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ 
ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ
ΕΥΘΥΜΙΟΝ ΤΟΝ ΜΕΓΑΝ

Εὐλογήσαντος τοῦ ἱερέως λέγομεν τον Ψαλμόν 142. 
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σοῦ, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθησέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου.
Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμι.


Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.β΄.Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ.γ΄.Παρὰ Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.


Ἦχος δ'. Ὁ ὑψωθεῖς
Τῆς εὐθυμίας ὁ φερώνυμος πάτερ, τῆς ἐν Χριστῷ μὲ εὐθυμίας δοχεῖον, ἀνάδειξον ταῖς θείαις σου Εὐθύμιε εὐχαῖς, ἴνα εὐγνωμόνως σε, ἐν ψαλμοῖς μεγαλύνω καὶ εὐσήμω στόματι ἀνακράζω τοιαῦτα· χαίροις Ὁσίων κλέος τὸ λαμπρὸν, καὶ μοναζόντων σεπτὸν ἀκροθίνιον.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Τῆς εὐθυμίας ὁ φερώνυμος πάτερ, τῆς ἐν Χριστῷ μὲ εὐθυμίας δοχεῖον, ἀναδεῖξον ταῖς θείαις σου Εὐθύμιε εὐχαῖς, ἴνα εὐγνομόνως σε, ἐν ψαλμοῖς μεγαλύνω καὶ εὐσήμω στόματι ἀνακράζω τοιαῦτα· χαίροις Ὁσίων κλέος τὸ λαμπρὸν καὶ μοναζόντων σεπτὸν ἀκροθίνιον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.


Ὁ Ν΄ ψαλμός.
Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.


Ὁ Κανὼν τοῦ Ὁσίου φέρων ἀκροστοιχίδαν ἐν τοῖς Θεοτοκίοις καὶ τὴ θ' ὠδὴ «Κωνσταντίνου»

Ὠδὴ α'. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας

Ἅγιε του Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Εὐθύμιε πάτερ ἀγγελικῶς, βιώσας ἐν κόσμῳ, θείων ἔτυχες δωρεῶν, καὶ δόξης ἠξίωσαι ἀφράστου, ἐν οὐρανοῖς σὺν Ὁσίων τοῖς τάγμασι.

Ἅγιε του Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Τρωθείς τῇ ἀγάπη τοῦ Ἰησοῦ, ἠγήσω τὰ πάντα ὄναρ Ὅσιε καὶ σκιᾶν, διό τῆς αὐτῶν πάτερ μερίμνης ταῖς σαῖς πρεσβείαις τοὺς παίδας σου λύτρωσαι.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Φωνῇ ὑπακούσας τῇ θεϊκῇ, καλῶς ἐπορεύθης τὴν εὐθείαν πάτερ ὁδόν, ἥν δίδου κἀμοὶ καλῶς βαδίζειν σαῖς ἱκεσίαις τρισμάκαρ Εὐθύμιε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Κινδύνοις χειμάζομαι χαλεποῖς καὶ θλίψις με ἔχει, Παντευλόγητε Μαριάμ, σὺ δ' ἡ γηγενῶν παραμυθία, τὸν σὸν οἰκέτην καλῶς παραμύθησον.

Ὠδὴ γ'. Σὺ εἶ τὸ στερέωμα

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ὅσιε Εὐθύμιε, τῶν λογισμῶν τῶν θλιβόντων με, ἀπάλλαξον θείαις σου πρεσβείαις, πρὸς Χριστὸν ὅν ἐδόξασας.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Δίδου μοὶ ταπείνωσιν, δίδου μοι πάτερ κατάνυξιν, δίδου σωτηρίας μοι τὸν πόθον, σαῖς λιταῖς, ὢ Εὐθύμιε.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Φρόνημα τὸ ἄστατον, ἐκ τῆς ψυχῆς μου ἐκρίζωσον εὐχῶν σου ἁγίων τῇ ἀξίνῃ, θεοφόρε Εὐθύμιε.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ὢ Μῆτερ Πανάμωμε, τὸν κεκλεισμένον Παράδεισον, διήνοιξας οὗ καμὲ πολίτην, ταῖς εὐχαῖς σου ἀνάδειξον.

Διάσωσον τοὺς ὑμνητάς σου Εὐθύμιε Θεοφόρε, ἀπὸ κινδύνων δεινῶν καὶ κακώσεων, ταῖς πρὸς τὸν Κτίστην πρεσβείαις σου εὐπροσδέκτοις.

Ἐπίβλεψον ἐν εὐμενεία πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου το άλγος.

Αἴτησις καὶ τὸ Κάθισμα
Ἦχος β'. Πρεσβεία θερμὴ
Πρεσβεία τὴ σή, Εὐθύμιε μακάριε, ἠμᾶς τοὺς πιστῶς ὑμνοῦντας σὲ διασωσον, συμφορῶν καὶ θλίψεων, καὶ παντοίων ἄλλων κακώσεων. Τὴ γὰρ Ὁσία πάτερ σου ζωή, Χριστὸν τὸν Θεὸν ἠμῶν ἐδόξασας.


Ὠδὴ δ'. Εἰσακήκοα Κύριε

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Χαμερπὲς ἔχων φρόνημα, ἐν τῇ γῆ τρισμάκαρ δεινῶς καθέλκομαι, ἀλλὰ σὺ οὖν με ἀνάστησον, ταῖς ἁγίαις εὐχαῖς σου Εὐθύμιε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τῆς ψυχῆς κατερρύπωσα, τὸν λευκόχρουν πάτερ χιτῶνα πταίσμασι, ἀλλὰ σὺ αὐτὸν Εὐθύμιε, τῇ ἁγίᾳ σου χάριτι κάθαρον.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Τὴν εἰρήνην σου δώρησον, ὦ Χριστὲ τῷ κόσμῳ σεπταῖς δεήσεσι, Εὐθυμίου τοῦ θεόφρονος, τοῦ ψυχῇ ὁλικῇ σε ποθήσαντος.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Νοσημάτων και θλίψεων, ρῦσαι τούς οἰκέτας σου Μητροπάρθενε, τούς κυρίως Θεοτόκον σε, ἀνυμνούντας ἀεί καί γεραίροντας.

Ὠδή ε'. Φώτισον ἡμᾶς

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπέρ ἡμῶν.
Στήριξον ἡμᾶς, τῶν εὐχῶν σου τὸ στηρίγματι, τοῦ ἐχθροῦ γὰρ τοῦ δεινοῦ ταῖς προσβολαῖς, παμμακάριστε Εὐθύμιε κλονούμεθα.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Θλίψις με δεινή, περιέσχε ὦ Εὐθύμιε, ἥν ἐκδίωξον ταῖς θείαις σου λιταῖς, συμπαθείας γὰρ ὑπάρχεις μάκαρ ἔμπλεως.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Δάκρυα Χριστέ, μετανοίας δὸς τῷ δούλω σου, ἱκεσίαις Εὐθυμίου τοῦ σοφοῦ, τοῦ ἐν γῇ ἀσκητικῶς σὲ μεγαλύναντος.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων, Ἀμήν.
Σῶσον με ἁγνή, ἐκ παντοίων περιστάσεων, τὸν Σωτήρα γὰρ ἐκύησας Χριστόν, ἀπειράνδρως καὶ ἀφράστως Μητροπάρθενε.


Ὠδὴ στ'. Τὴν δέησιν ἐκχεῶ.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Δεσμοῖς μὲ τῆς ἁμαρτίας ἔδησεν, ὁ ἐχθρὸς ὁ παλαμναῖος δολίως, καὶ ἐν εἱρκτῇ παναθλία κρατοῦμαι, ἥν τοῖς ἐμοῖς κατεσκεύασα πταίσμασι· σπεῦσον οὖν πάτερ καὶ γενοῦ, λυτρωτής μου ταῖς θείαις πρεσβείαις σου.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἀνῆλθες τῶν ἀρετῶν τῇ κλίμακι, πρὸς οὐράνιον Εὐθύμιε ὕψος, ἔνθα Χριστὸς τῷ στεφάνω τῆς νίκης, τὴν κεφαλήν σου ἐνδόξως κατέστεψεν· ὄθεν στεφάνωσον ἡμᾶς, ἀρετῶν τῷ στεφάνῳ πρεσβείαις σου.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Ὁ τόκος σου εὐθυμίας πρόξενος, τοῖς γονεύσι σου ἐγένετο πάτερ· ὄθεν λιταῖς σου Εὐθύμιε θείαις, τῆς ἐν Χριστῷ εὐθυμίας με πλήρωσον, ἵνα αὐτὸν δοξολογῶ καὶ γεραίρω τὰ ξένα σου τρόπαια.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Τεκοῦσα τὸν τῆς εἰρήνης πρύτανιν, σοὶ προσφεύγω Μαριὰμ ἀνακράζων, τὸ τῶν πολέμων Θεόνυμφε νέφος τὰς τῶν ἀνθρώπων καρδίας ἐκάλυψεν, ὃ τῆς σῆς χάριτος φωτί, ἱκετεύω Παρθένε διάλυσον.

Διάσωσον τοὺς ὑμνητάς Εὐθύμιε θεοφόρε, ἀπὸ κινδύνων δεινῶν καὶ κακώσεων, ταῖς πρὸς τὸν Κτίστην πρεσβείαις σου εὐπροσδέκτοις.

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β'. Τοῖς τῶν αἱμάτων
Καταλιπών τὰ ἐν κόσμω ὡς πάνσοφος, ὑπερκοσμίων χαρίτων ἡξίωσαι, διο σε τρισμάκαρ Εὐθύμιε, ἀνευφημοῦμεν καὶ πόθῳ κραυγάζομεν, ἱλέωσαι πάτερ τὸν Κύριον.

Προκείμενον. Ἦχος δ΄

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολὲς αὐτοῦ
θελήσει σφόδρα.

Ε Υ Α Γ Γ Ε Λ Ι Ο Ν.
Ἐκ τοῦ κατὰ Ματθαῖον (ΙΑ'. 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου· καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν , εἰ μή ὁ Πατήρ· οὐδέ τόν Πατέρα τις ἐπιγινώσκει, εἰμή ὁ Υἱός , καί ὧ ἐάν βούληται ὁ Υἱός ἀποκαλῦψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου έφ’ ὑμᾶς καί μάθετε ἀπ’ἐμοῦ ὅτι πρᾶος εἰμί καί ταπεινός τῇ καρδίᾳ, καί εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Ταῖς τού σου Ὁσίου, πρεσβαίαις Ἐλεήμων, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων· Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβαίαις Ἐλεήμων, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος
τῶν οἰκτιρμῶν σου ἐξάλειψον τό ἀνόμημά μου.


Ὅλην ἀποθέμενος, τὴν κοσμικὴν πραγματείαν, ὡς ἐχέφρων Ὅσιε, τοῦ Χριστοῦ τοῖς ἴχνεσι, ἠκολούθησας· καὶ καλῶς ὤδευσας, τὴν εὐθείαν, τρίβον, δι’ ἦλθες πρὸς τὴν ἄφθαρτον πόλιν Εὐθύμιε, ἔνθα τῶν σῶν πόνων ἀπέλαβες, τὰ γέρα καὶ ἠρίθμησαι, τοῖς τῶν Ἀσωμάτων στρατεύμασι. Ὅθεν τούς τελούντας, τὴν μνήμην σου τὴν παντιμον πιστῶς, ταῖς ἱεραῖς σου δεήσεσι, τῷ Χριστῷ προσάγαγε.

Σῶσον ὁ Θεὸς τῶν λαόν σου…

Ὠδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν
Ἀθυμίας με πάτερ, περιέχει ἡ ζάλη, θεῖε Εὐθύμιε, ἢν θείαις σου πρεσβείαις, ἐκδίωξον ἐν τάχει, ἀπ' ἐμοῦ τοῦ οἰκέτου σου· τῆς εὐθυμίας γὰρ σύ, ἐπώνυμος ὑπάρχεις.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἠμῶν.
Ἀμαράντινον στέφος, τῇ σεπτῇ κορυφή σου, Χριστὸς ἐπέθηκε, βραβεύσας σου τοὺς πόνους οὕς δι' αὐτὸν ἀνδρείως, ἐν ἀσκήσει ὑπήνεγκας. Αὐτὸν οὖν πάτερ ἀεί, ὑπὲρ ἡμῶν δυσώπει.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Νοσημάτων ποικίλων, συμπτωμάτων παντοίων, καὶ πάσης θλίψεως, ἀπάλλαξον τοὺς πίστει, τιμώντας σε βαθείᾳ, καὶ βοώντας τῷ Κτίσαντι· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων· Ἀμήν.
Ἀειπάρθενε Κόρη, γηγενῶν προστασία, ἡ ἀκαταίσχυντος, ἐν βίου τῇ πορείᾳ, κἀμὲ τὸν σὸν οἰκέτην, ἱκετεύω προστάτευσον, ἐξ ὁρατῶν τε ἐχθρῶν, καὶ ἀοράτων ἅμα.

Ὠδὴ η'. Τὸν Βασιλέα

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Κατανοήσας, τῶν ἐν τῷ βίῳ πραγμάτων, τὸ ἐπίκηρον Εὐθύμιε θεόφρον, ἔσπευσας συνᾶψαι, σαυτὸν Χριστῷ προθύμως.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τὰς ἀλγηδόνας, τῆς παναθλίας ψυχῆς μου, τῇ βοτάνῃ τῶν ἁγίων εὐχῶν σου, ἴασαι καὶ σῶσον, Εὐθύμιε τρισμάκαρ.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι
Τῇ συντονίᾳ, τῶν ἐναρέτων σου τρόπων, εὐηρέστησας Εὐθύμιε τὸν Κτίστην, ὂν ὡς παρρησίαν πλουτών ἀεὶ δυσώπει.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων· Ἀμήν.
Νοός μου κόρη, τὴν χαλεπὴν σκοτομήνην, διασκέδασον τῇ σῇ ἀγλαΐᾳ, ἡ τὸ φῶς τοῦ κόσμου, τεκοῦσα ἀπειράνδρως.

Ὠδὴ θ'. Κυρίως Θεοτόκον

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Τοὺς πίστει εὐφημούντας, σὲ ψαλμοῖς καὶ ὕμνοις, τῆς ἐν Χριστῷ σωτηρίας ἀξίωσον, ὁ τῆς ἐρήμου πολίτης, θεῖε Εὐθύμιε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ἰσχὺν Χριστὲ παράσχου, ἡμῖν τοῖς παναθλίως, πολεμουμένοις κακίᾳ τοῦ δράκοντος, τοῦ Εὐθυμίου πρεσβείαις, τοῦ σοῦ θεράποντος.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Νοσοῦντα με, κατ' ἄμφω, Ὅσιε Κυρίου, τῆς θεραπείας ἀξίωσον δέομαι· σὺ ἰατρὸς γὰρ ὑπάρχεις πάντων πανάριστος.

Δόξα Πατρὶ καὶ Υἱῶ καὶ Ἁγίω Πνεύματι.
Ὁ Ὅσιος Κυρίου, ὁ δεδοξασμένος, ἂς σοὶ αἰτήσεις προσήνεγκον πλήρωσον, καὶ τῶν τῆς γῆς φθειρομένων δεῖξον ἀνώτερον.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων· Ἀμήν.
Ὑπερευλογημένη, Ἄχραντε Μαρία, ὅν ἀπειράνδρως ἐκύησας Κύριον ὑπὲρ ἡμῶν ἐκδυσώπει, οἷα φιλεύσπλαχνος.

Μεγαλυνάρια
Ἄξιὸν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.

Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Χαίροις μοναζόντων ἡ καλλονή, ἀσκητῶν ἡ δόξα, καὶ Ὁσίων ἡ χαρμονή, χαίροις ἐκκλησίας, Χριστοῦ τὸ Θεῖον κλέος, σὲ οὖν ἀνευφημοῦμεν, πάτερ Εὐθύμιε.

Χριστοῦ τῷ θελήματι νουνεχῶς , ὑπείκων θεόφρον, κόσμου ἔλιπες τὰ τερπνά, καὶ τὴν τεθλιμμένην, ἐβάδισας πορείαν, καρτερικῶς ἐν κόσμω θεῖε Εὐθύμιε.

Ἐκ τῆς Ἀρμενίας ὥσπερ ἀστήρ, ἐξήστραψας πάτερ, καὶ ἀκτίσι σῶν ἀρετῶν, τῶν φαεινοτάτων, τὴν Οἰκουμένην πᾶσαν, λαμπρῶς καταφωτίζεις, θεῖε Εὐθύμιε.

Δάκρυσι, νηστείαις καὶ προσευχές, Ὅσιε καθάρας φιλοπόνως τὴν σὴν ψυχήν, οἶκος λαμπρὸς ὤφθης Τριάδος τῆς Ἁγίας· διὸ σὲ ἀνυμνοῦμεν πάτερ Εὐθύμιε.

Τῆς σαρκὸς τὸ βρίθος ἀσκητικῶς, Ὅσιε λεπτύνας ἀνεπτέρωσας σὴν ψυχήν, πρὸς τῆς ἀπαθείας, Εὐθύμιε τὸ ὕψος· διὸ θείων χαρίτων, ἐδείχθης τέμενος.

Σαυτὸν καθοπλίσας τῇ τοῦ Σταυροῦ, σοφὲ παντευχίᾳ, ὡς ἐχέφρων καὶ νουνεχής, φοβερὸς ἐφάνης, ἐχθροῖς τοῖς ἀοράτοις, Εὐθύμιε θεοφρον οὕς καὶ ἐτρόπωσας.

Εὐθύμιε κλέος τῶν ἀσκητῶν, καὶ Ἀνδρέα πάτερ ὁ τῆς Κρήτης θεῖος ποιμήν, σὺν τῷ Ἰωάννῃ τῷ Βαπτιστῇ ἀπαύστως Χριστὸν ὑπὲρ τοῦ κόσμου καθικετεύετε.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.


Ἅγιος ὁ Θεός, Ἅγιος ἱσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς (τρις).

Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς, Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν, Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν, Ἁγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματὸς σου.

Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Δόξα Πατρί καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἀγιασθήτω τὸ ὄνομὰ σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημὰ σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γής. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηρού.

Ἱερεὺς: Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


Απολυτίκιον. 
Ἦχος γ'. Θείας Πίστεως.
Θείᾳ χάριτι ἡγλαϊσμένος, θεῖον ἤνυσας ἐν κόσμῳ βίον, τῶν μοναζόντων τὸ κλέος Εὐθύμιε· τῆς κοσμικῆς ἐκφυγών γὰρ συγχύσεως, ἀσκητικῶς τὸν ἐχθρὸν κατεπάλαισας· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Εἴτα ἐκετενὴς παρὰ τοῦ Ἱερέως καὶ ἀπόλυσις μεθ' ἧν ψάλλομεν τὸ κάτωθι τροπάριον.

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου
Κόσμου τὰ ἡδέα καὶ τερπνά, ἔλιπες Χριστὸν ἀγαπήσας, τελειωτάτω νοΐ, χαίρων δὲ κατώκησας, ἐν τῇ ἐρήμω σοφέ, ἔνθα θείοις παλαίσμασι, καὶ πόνοις ἀτρύτοις, ἀνδρικῶς ἐνίκησας, τὸν πολυμήχανον. Ὅθεν της αὐτοῦ κακουργίας, λύτρωσαι ἡμᾶς ταῖς εὐχαίς σου, Ὅσιε Εὐθύμιε μακάριε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πάσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν μὲ ὑπὸ τὴν σκέπην σου.

Ὁ Ἱερεύς: Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς

Ὁ Χορός: Ἀμήν. 
Πηγή: http://paterikakeimena.blogspot.com/2012/01/blog-post_19.html


ΓΙΑ ΤΟΝ BΙΟ ΤΟΥ ΑΓΙΟΥ ΕΥΘΥΜΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ
 βλ. εδώ:
 

Τετάρτη 11 Ιανουαρίου 2012

"Πάθη και αρετές στη διδασκαλία του Αγίου Γρηγορίου Παλαμά" (Ανέστη Κεσελόπουλου)

Ανέστη Κεσελόπουλου,
"Πάθη και αρετές στη διδασκαλία 
του Αγίου Γρηγορίου Παλαμά"


Το βιβλίο αυτό αποτελεί τη διδακτορική διατριβή του κ. Ανέστη Κεσελόπουλου και ασχολείται με το θέμα των παθών και αρετών στη διδασκαλία του Αγίου Γρηγορίου Παλαμά. 
Ένα θαυμάσιο βιβλίο. Αξίζει να το μελετήσετε.
(Δυστυχώς είναι μόνο γιά ανάγνωση).

 
Περισσότερα γιά τον Άγιο Γρηγόριο τον Παλαμά μπορείτε να διαβάσετε σε ένα αφιέρωμα του Περιοδικού "Πεμπτουσία¨ σε τρείς συνέχειες.

1. Ο Άγιος Γρηγόριος Αρχιεπίσκοπος Θεσσαλονίκης ο Παλαμάς (μέρος 1ο /3)

2. Ο Άγιος Γρηγόριος Αρχιεπίσκοπος Θεσσαλονίκης ο Παλαμάς (μέρος 2ο /3)

3.  Ο Άγιος Γρηγόριος Αρχιεπίσκοπος Θεσσαλονίκης ο Παλαμάς (μέρος 3ο /3)

Παρασκευή 6 Ιανουαρίου 2012

ΧΑΡΕΤΙΣΜΟΙ ΣΤΟΝ ΤΙΜΙΟ ΠΡΟΔΡΟΜΟ ΚΑΙ ΒΑΠΤΙΣΤΗ ΙΩΑΝΝΗΝ...


Χαιρετιστήριοι οίκοι εις τον Μέγαν Βαπτιστήν, Προφήτην

και Πρόδρομον του Σωτήρος 

Άγιον Ιωάννην

Κοντάκιον. Ήχος πλ. δ'. Τη υπερμάχω.
Ως του Σωτήρος Βαπτιστήν και θείον Πρόδρομον
Και των Αγίων πάντων πρόκριτον και μείζονα
Ανυμνούμέν σε μακάριε Ιωάννη.
Αλλ' ως κήρυξ μετανοίας μεγαλόφωνος
Μετανοίας τω φωτί ημάς καταύγασον
Τους βοώντας σοι, χαίροις μέγιστε Πρόδρομε.

Άγγελος εν τω κόσμω, ως βροτών πάντων μείζων, εδείχθης Βαπτιστά Ιωάννη, (εκ γ΄) και παρέχεις άπασιν ημίν, την σην πλουσίαν εν πάσιν αντίληψιν διο το μεγαλείόν σου, θαυμάζοντες αναβοώμεν·


Χαίρε δι' ου η Τριάς μυείται· 
χαίρε δι' ου ο Σατάν σοβείται.
Χαίρε Ζαχαρίου χαρά υπερκόσμιος· 
χαίρε Ελισάβετ βλαστός θεοδώρητος.
Χαίρε ύψος δυσαντίβλεπτον αρετών υπερφυών· 
χαίρε βάθος πολυθρύλητον δωρημάτων θεϊκών.
Χαίρε ότι υπάρχεις των Αγίων ακρότης· 
χαίρε ότι τυγχάνεις Προφητών ωραιότης.
Χαίρε Χριστού Προφήτης και Πρόδρομος· 
χαίρε παθών απάντων ανώτερος.
Χαίρε δι' ου ο Χριστός εβαπτίσθη· 
χαίρε δι' ου ο εχθρός εμισήθη.
Χαίροις μέγιστε Πρόδρομε.


Βλέψας ο Ζαχαρίας, Ιωάννη Προφήτα, θυμιών εν τω ναώ Κυρίου, τον Άγγελον Θεού Γαβριήλ, παρ' αυτού την σην γέννησιν μεμύηται· αλλ' απιστήσας το πρότερον, είτα λαλήσας ανεβόα·
Αλληλούϊα.

Γεννηθείς εκ της στείρας, Ιωάννης ο πάνυ, έλυσε πατρός την αφωνίαν, και χαράς πάσαν την Ορεινήν, έπλησεν ως των κρειττόνων προάγγελος· διο συν τω Ζαχαρία τούτω άπαντες ανεβόων·

Χαίρε η λύσις της αφωνίας· 
χαίρε η λήξις της αθυμίας.
Χαίρε των μελλόντων καλών ο προάγγελος· 
χαίρε χαρισμάτων των θείων ανάπλεως.
Χαίρε δένδρον το κατάκαρπον επιπνοίας θεϊκής· 
χαίρε φοίνιξ ο υψίκομος χάριτος Προφητικής.
Χαίρε ότι προήλθες παραδόξως εκ στείρας· 
χαίρε ότι προλάμπεις φως ζωής της αγίας. 
Χαίρε βλαστός της θείας χρηστότητος· 
χαίρε κρατήρ Θεού αγαθότητος.
Χαίρε Χριστού προαγγέλλων τον τόκον· 
χαίρε παθών διαλύων τον ζόφον.
Χαίροις μέγιστε Πρόδρομε.


Δύναμιν εν ερήμω, άνωθεν ενεδύσω, οικήσας εν αυτή από βρέφους, ως πέφευγας μετά της μητρός, την του Ηρώδου φρικτήν βρεφοκτονίαν· διο και πόθω έψαλλες, ως άγγελος Θεώ Προφήτα·
Αλληλούϊα.


Ερημον κατοικήσας, από βρέφους Προφήτα, ισάγγελος εν πάσιν εδείχθης, και νόμου σφραγίς και Προφητών, και απαρχή της νέας Χριστού χάριτος· διό καθάπερ άγγελον, υμνούμέν σε πόθω βοώντες·

Χαίρε το θρέμμα το της έρημου·
χαίρε ο φίλος ο του Κυρίου.
Χαίρε Προφητών και του νόμου εκσφράγισμα· 
χαίρε δωρεών θεοσδότων θησαύρισμα.
Χαίρε άγγελος εν σώματι ως Αγγέλων μιμητής·
χαίρε άσαρκος εν σκάμμασιν ως θεόφρων ασκητής.
Χαίρε ότι Κυρίου προκηρύττεις την χάριν·
χαίρε ότι κινδύνων κατευνάζεις την ζάλην.
Χαίρε αστήρ της χάριτος μέγιστος·
χαίρε φωστήρ του Πνεύματος έκλαμπρος.
Χαίρε Θεού μυστηρίων επόπτα·
χαίρε κλεινέ Βαπτιστά και θεόπτα.
χαίροις μέγιστε Πρόδρομε.


Ζων ζωήν την αγίαν, εν ερήμω Προφήτα, εξέβης τους της φύσεως όρους· ακρίδας γαρ είχες ως τροφήν, και μέλι άγριον στερρώ φρονήματι· τω γλυκασμώ τω θείω γαρ, ενετρύφας Θεώ κραυγάζων·
Αλληλούϊα.


Ημφιέννυσο τρίχας, της καμήλου Προφήτα, και ζώνην την οσφύν δερμάτινην, και πάσιν εκήρυττες βοών· Μετανοείτε, ο Χριστός γαρ ήγγικε, ζωήν πάσι δωρούμενος· διό σοι πάντες εκβοώμεν·

Χαίρε ο κήρυξ της μετανοίας·
χαίρε ο ρύστης της απονοίας.
Χαίρε των Αγγέλων τον βίον μιμούμενος·
χαίρε των μελλόντων την γνώσιν τυπούμενος.
Χαίρε ρήτωρ μεγαλόφωνος βασιλείας ουρανών· 
χαίρε γλώσσα θεοκίνητος απορρήτων αγαθών. 
Χαίρε ο εν νηδύϊ τον Χριστόν προσκυνήσας· 
χαίρε ο τοις ανθρώποις τούτον καθυποδείξας. 
Χαίρε Χριστού θεόπνευστον όργανον· 
χαίρε ψυχών εκπλύνων τον βόρβορον. 
Χαίρε χρησμόν δεδεγμένος θεόθεν· 
χαίρε ημών προστατεύων υψόθεν·
χαίροις μέγιστε Πρόδρομε.

Θείον ρήμα εδέξω, εκ Θεού εν ερήμω, και ελήλυθας πάσι κηρύττων, βάπτισμα μετανοίας σοφέ, εν τη του Ιορδάνου περιχώρω· και πάντες σοι προσήρχοντο, και εβαπτίζοντο βοώντες·
Αλληλούϊα.


Ιησούν τον Σωτήρα, τοις λαοίς εν ερήμω, υπέδειξας Προφήτα κραυγάζων· Ίδε ο αμνός του Θεού, ο τα του κόσμου αίρων αμαρτήματα· διό το υπεραίρόν σου αξίωμα υμνούντες βοώμεν·

Χαίρε ο άϋλος εν τη όλη·
χαίρε ο άσαρκος εν ασκήσει.
Χαίρε μυστηρίων των θείων διάκονε·
χαίρε μετανοίας αγίας διδάσκαλε.
Χαίρε ρείθρον διειδέστατον οικτιρμών των θεϊκών·
χαίρε σκεύος χρυσοκόλλητον αρετών ασκητικών.
Χαίρε ότι κηρύττεις τοις λαοίς σωτηρίαν·
χαίρε ότι παρέχεις ζωτικήν χορηγίαν.
Χαίρε Χριστού κηρύξας την σάρκωσιν·
χαίρε λαοίς εκφήνας την άφεσιν.
Χαίρε φωτός ουρανίου δοχείον·
χαίρε πολλών χαρισμάτων ταμείον·
χαίροις μέγιστε Πρόδρομε.


Κήρυξ προαπεστάλης, ως φησιν ο Προφήτης, ελεύσεως ημίν του Σωτήρος, ον και βαπτίσας σωματικώς, εν τοις του Ιορδάνου θείοις νάμασιν, Ιωάννη πολλής χάριτος, ηξιώθης ανακράζων·
Αλληλούϊα.


Λάμπων τη πολιτεία, ηξιώθης βαπτίσαι, Χριστόν εν Ιορδάνη Προφήτα, και φωνής ήκουσας Πατρικής, και ως περιστεράν Πνεύμα το Άγιον, επ' αυτόν εώρακας· διό σοι πάντες αναβοώμεν·

Χαίρε θεάμων των αθεάτων· 
χαίρε επόπτα ξένων πραγμάτων.
Χαίρε ο βαπτίσας Χριστόν εν τοις ύδασι·
χαίρε ο φωτίσας ημάς θείοις ρήμασι.
Χαίρε ότι φωνής ήκουσας ουρανόθεν Πατρικής·
χαίρε ότι κατηξίωσαι όψεως θεαρχικής.
Χαίρε ο κατοπτεύσας το Πανάγιον Πνεύμα·
χαίρε ο κατακλύσας το ολέθριον ρεύμα.
Χαίρε ιδών τα πάσιν αθέατα·
χαίρε ορών βροτοίς τα ανέφικτα.
Χαίρε Προφήτα ο μείζων απάντων·
χαίρε ανθρώπων αλγήματα παύων·
Χαίροις μέγιστε Πρόδρομε.


Μέγας εν τοις Αγίοις, ως υπέρτερος πάντων, βροτών εν γεννητοίς Ιωάννη, εδείχθης, ω χαρίτων των σών! τίς γαρ άλλος ολβιώτερος πέφηνε, πλην σου ω πανθαύμαστε; Χριστόν γαρ εβάπτισας κράζων·
Αλληλούϊα.


Νόμου προκινδυνεύων, ήλεγχες Ιωάννη, Ηρώδου την παράνομον πράξιν, παρ' ου εκτμηθείς την κεφαλήν, τοις εν Άδη κήρυξ Χριστού και προάγγελος, έδραμες αυτόν κηρύττων, ελευσόμενον τοις βοώσι·

Χαίρε το στόμα της παρρησίας· 
χαίρε το όμμα της συμπαθείας.
Χαίρε ο ελέγξας Ηρώδου την άνοιαν·
χαίρε ο εκτίλας των παθών την άκανθαν.
Χαίρε κήρυξ και προάγγελος τοις εν Άδη του Χριστού·
χαίρε άνθος ευωδέστατον προσταγμάτων του Θεού.
Χαίρε ότι ξηραίνεις την ιλύν αμαρτίας·
χαίρε ότι εκφαίνεις την ισχύν απαθείας.
Χαίρε πηγή ιάσεις πηγάζουσα·
χαίρε λαμπάς ημάς καταλάμπουσα.
Χαίρε Χριστόν κατιδών και βαπτίσας·
χαίρε εχθρού την απάτην εκτρίψας·
χαίροις μέγιστε Πρόδρομε.

Ξένος των εν τω κόσμω, ανεδείχθης Προφήτα, και ώφθης υπερκόσμιος όντως· τις γαρ ουκ εξίσταται εν σοί; της γαρ κορυφής ήψω του Παντάνακτος· διό την σην λαμπρότητα, αγόμενοι Χριστώ βοώμεν·
Αλληλούϊα.


Ολος λελαμπρυσμένος, όλος δεδοξασμένος, ως μέγας Βαπτιστής του Σωτήρος, πέλων Ιωάννη θαυμαστέ, εξιστάς άπαντας τοις μεγαλείοις σου, και χάριν νέμεις άφθονον, τοις ευλαβώς σοι εκβοώσι·

Χαίρε ο πάμφωτος εωσφόρος· 
χαίρε ο άνωθεν σελασφόρος. 
Χαίρε εγκράτειας εικών θεοτύπωτος· 
χαίρε απαθείας λειμών θεοφύτευτος. 
Χαίρε ήλιε πολύφωτε αρετών ασκητικών· 
χαίρε άρουρα κατάκαρπε ψυχοτρόφων αγαθών. 
Χαίρε ότι ετμήθης παρ' Ηρώδου την κάραν· 
χαίρε ότι βραβεύεις την γαλήνιον αύραν. 
Χαίρε πιστών ατίνακτον έρεισμα· 
χαίρε ημών χαρά και εδραίωμα. 
Χαίρε παθών καταστέλλων την ρύμην· 
χαίρε ψυχών θεραπεύων την λύμην·
χαίροις μέγιστε Πρόδρομε.


Πότον άσεμνον άγων, μετά των μεγιστάνων, Ηρώδης επί τοις γενεθλίοις, απέτεμε την σην κεφαλήν, μη αιδεσθείς σου το αιδέσιμον Πρόδρομε, ημείς δε σε γεραίροντες, τη Τριάδι πιστώς βοώμεν
Αλληλούϊα.


Ρείθροις των σων αιμάτων, η Χριστού Εκκλησία, την εαυτής βάψασα πορφύραν, δοξάζει τον νυμφίον Χριστόν, και σε ως νυμφοστόλον θεοτίμητον, γεραίρει θείε Πρόδρομε, και κατά χρέος εκβοά σοι·

Χαίρε ο οίκος του Παρακλήτου·
χαίρε ο Πρόδρομος του Κυρίου.
Χαίρε μυροθήκη αγνείας μυρίπνοος·
χαίρε ευσέβειας λυχνία αείφωτος.
Χαίρε φίλος οικειότατος του Παντάνακτος Χριστού·
χαίρε στύλος απερίτρεπτος του θεόφρονος λαού.
Χαίρε του Ιορδάνου αγιάσας την χώραν·
χαίρε του σαρκωθέντος μεγαλύνας την δόξαν.
Χαίρε μορφή Αγγέλοις αιδέσιμος·
χαίρε στερρός δαιμόνων αντίπαλος.
Χαίρε Χριστού την χρηστότητα φαίνων·
χαίρε χαράν ημίν άληκτον φέρων·
χαίροις μέγιστε Πρόδρομε.


Συστείλαντες το θείον, και πανάγιον σώμα, το σον οι ιεροί μαθηταί σου, κατέβηκαν εν τάφω αυτό, υμνούντες τα θείά σου προτερήματα, μεγαλώνυμε Πρόδρομε, και τω Σωτήρι ανεβόων·
Αλληλούϊα.


Την αγίαν σου κάραν, ως αγίασμα θείον, και Πνεύματος αγίαν εστίαν, φανείσαν εκ λαγόνων της γης, περικυκλούντες πιστώς προσπτυσσόμεθα, αγιασμόν λαμβάνοντες, εξ αυτής και πιστώς βοώμεν·

Χαίρε Κυρίου ο παραστάτης· 
χαίρε ο μέγας ημών προστάτης.
Χαίρε των Αγίων απάντων υπέρτερος· 
χαίρε των Οσίων Πατέρων ο όρχαμος.
Χαίρε όρος αληθέστατος παρθενίας ευαγούς· 
χαίρε λύρα θεοκίνητος κατευφραίνουσα πιστούς. 
Χαίρε ότι ιθύνεις μετανοίας προς τρίβον· 
χαίρε ότι ξηραίνεις βορβορώδες παν ρείθρον. 
Χαίρε πιστών σεπτόν αγαλλίαμα· 
χαίρε ημών το θείον εντρύφημα. 
Χαίρε σεμνών ασκητών αρχηγέτης· 
χαίρε των σων φοιτητών ποδηγέτης·
χαίροις μέγιστε Πρόδρομε.


Υψηλόν βίον έχων, ως εκ μητρός νηδύος, Ιωάννη καθηγιασμένος, εξιστάς τη ση περιωπή, τους καθορώντάς σε οιάπερ άγγελον, μετά σώματος βιούντα, και πάντες Θεώ ανεβόων·
Αλληλούϊα.


Φρίττουσι των δαιμόνων, την πλουσίαν σου χάριν, μεγαλώνυμε Προφήτα τα στίφη, οι δε πιστοί χαίρουσιν εν σοι, της θαυμαστής αρωγής σου τας χάριτας, καθ' εκάστην καρπούμενοι, και ευλαβώς σοι εκβοώμεν·

Χαίρε ο μέγας εν προστασίαις·
χαίρε ο ρύστης εν απορίαις.
Χαίρε χαρισμάτων πλουσίων συμφόρημα·
χαίρε ευσπλαγχνίας της θείας απόρροια.
Χαίρε σάλπιγξ μεγαλόφωνος οικτιρμών των θεϊκών·
χαίρε όρμος ακλυδώνιστος των εν θλίψεσι ψυχών.
Χαίρε ότι πηγάζεις γλυκασμόν σωτηρίας·
χαίρε ότι σκεδάζεις την αχλύν ραθυμίας.
Χαίρε γλυκύς και χάριτος έμπλεως·
χαίρε ημών ακοίμητος έφορος.
Χαίρε δι' ου ο Σατάν κατοιμώζει·
χαίρε δι' ου ο Σωτήρ ημάς σώζει·
χαίροις μέγιστε Πρόδρομε.


Χάριτος νέας κήρυξ, Πρόδρομε Ιωάννη, χαρίτωσον ημών τας καρδίας· σε γαρ προστάτην και βοηθόν, και προς τον Χριστόν πρεσβευτήν θερμότατον, κεκτήμεθα πανάγιε, και σοι προσιόντες βοώμεν·
Αλληλούϊα.


Ψάλλοντές σου τους ύμνους,, Πρόδρομε Ιωάννη, υμνούμέν σου το μέγιστον κλέος· μέγας γαρ ενώπιον Θεού, ως έφη ο Άγγελος εχρημάτισας· διό εκ της μεγίστης σου, χάριτος δίδου τοις βοώσι·

Χαίρε ο μείζων πάντων Αγίων· 
χαίρε Αγγέλων ουδέν ελάττων. 
Χαίρε Αποστόλων σεπτόν ακροθίνιον· 
χαίρε, θλιβομένων ψυχών παραμύθιον. 
Χαίρε τείχος ακατάβλητον Εκκλησίας του Χριστού· 
χαίρε ξίφος τέμνον άπασαν την μανίαν του εχθρού. 
Χαίρε Προφητομάρτυς Πρόδρομε Ιωάννη· 
χαίρε ο Χριστοκήρυξ Πνεύματος εν δυνάμει. 
Χαίρε λαμπτήρ ψυχής μου και ήδυσμα· 
χαίρε τρυφή νοός μου και στήριγμα. 
Χαίρε δι' ου σωτηρίαν ελπίζω· 
χαίρε δι' ου την ζωήν μου ρυθμίζω·
χαίροις μέγιστε Πρόδρομε.

Ω Προφήτα Κυρίου, μεγαλώνυμε κήρυξ, υπέρτερε Αγίων και μείζων, (εκ γ΄) δέξαι εκ χειλέων ρυπαρών, ως προσφοράν καί ευώδες θυμίαμα, το παρόν μου εφύμνιον, και βοήθει μοι ίνα κράζω·
Αλληλούϊα.

Κοντάκιον. Ήχος πλ. δ'. Τη υπερμάχω.
Ως του Σωτήρος Βαπτιστήν και θείον Πρόδρομον
Και των Αγίων πάντων πρόκριτον και μείζονα
Ανυμνούμέν σε μακάριε Ιωάννη.
Αλλ' ως κήρυξ μετανοίας μεγαλόφωνος
Μετανοίας τω φωτί ημάς καταύγασον
Τους βοώντας σοι, χαίροις μέγιστε Πρόδρομε.

Δίστιχον
Μετανοίαν δίδου μοι Πρόδρομε θείε
Γερασίμω πλέξαντι τους δε σοι Οίκους.

(ΠΟΙΗΜΑ του μακαριστού Αγιορείτου Μοναχού γ. ΓΕΡΑΣΙΜΟΥ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ, Υμνογράφου της Μεγάλης του Χριστού Εκκλησίας).

πηγή: http://paterikakeimena.blogspot.com/2011/08/blog-post_8544.html